Kitap 4
8.22
ἀλλ’ ἄνδρες μὲν οὐδενὶ κόσμῳ ἐκτείνοντο, γυναῖκες δὲ σὺν παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγίνοντο, τά τε χρήματα ἐκ πάσης ἐσχατιᾶς ἤγετο καὶ φυγῆς ἡ χώρα ξύμπασα ὑπεπίμπλατο. ταῦτα Βελισαρίῳ ἤδη που ἀναγομένῳ ἠγγέλλετο.
8.23
καὶ αὐτὸς μὲν ἀναστρέφειν οὐκέτι εἶχε, Σολόμωνι δὲ διέπειν τὸ Λιβύης κράτος παρείχετο, ἀπολέξας καὶ τῶν ὑπασπιστῶν τε καὶ δορυφόρων τῶν αὑτοῦ μέρος τὸ πλεῖστον, ὥστε Σολόμωνι ἑπομένους Μαυρουσίων ὅτι τάχιστα τοὺς ἐπαναστάντας τῆς ἐς Ῥωμαίους ἀδικίας σὺν προθυμίᾳ πολλῇ τίσασθαι.
8.24
καὶ βασιλεὺς δὲ στρατιὰν ἄλλην Σολόμωνι ἔπεμψε, ξὺν Θεοδώρῳ τε τῷ ἐκ Καππαδοκίας καὶ Ἰλδίγερι· ὃς δὴ Ἀντωνίνης γαμβρὸς τῆς Βελισαρίου γυναικὸς ἦν.
8.25
ἐπειδὴ δὲ τῶν ἐπὶ Λιβύης χωρίων τοὺς φόρους οὐκέτι ἦν ἐν γραμματείοις τεταγμένους εὑρεῖν, ᾗπερ αὐτοὺς ἀπεγράψαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, ἅτε Γιζερίχου ἀναχαιτίσαντός τε καὶ διαφθείραντος κατ’ ἀρχὰς ἅπαντα, Τρύφων τε καὶ Εὐστράτιος πρὸς βασιλέως ἐστάλησαν, ἐφ’ ᾧ τοὺς φόρους αὐτοῖς τάξουσι κατὰ λόγον ἑκάστῳ. οἳ δὴ οὐ μέτριοι Λίβυσιν οὐδὲ φορητοὶ ἔδοξαν εἶναι.
9.1
Βελισάριος δὲ ἅμα Γελίμερί τε καὶ Βανδίλοις ἐς Βυζάντιον ἀφικόμενος γερῶν ἠξιώθη ἃ δὴ ἐν τοῖς ἄνω χρόνοις Ῥωμαίων στρατηγοῖς τοῖς νίκας τὰς μεγίστας καὶ λόγου πολλοῦ ἀξίας ἀναδησαμένοις διετετάχατο.
9.2
χρόνος δὲ ἀμφὶ ἐνιαυτοὺς ἑξακοσίους παρῳχήκει ἤδη ἐξ ὅτου ἐς ταῦτα τὰ γέρα οὐδεὶς ἐληλύθει, ὅτι μὴ Τίτος τε καὶ Τραϊανός, καὶ ὅσοι ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπί τι βαρβαρικὸν ἔθνος ἐνίκησαν.