Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

1.14 ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἀπὸ καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ μάχη.
1.15 ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν διαλογιζέσθω μηδείς.
1.16 οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις αἰδώς.
1.17 αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα.
1.18 τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω.
1.19 ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δέ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν.
1.20 ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις ὁ φόβος.
1.21 καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi