Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

8.6 ὅτε δὴ τὴν διαβολὴν τήνδε ποιεῖσθαι οἱ διαβαλόντες ἤθελον, δείσαντες μὴ σφίσιν ὁ τὴν ἐπιστολὴν μέλλων κομιεῖν βασιλεῖ ἐν θαλάσσῃ ἀφανισθεὶς τὰ πρασσόμενα διακωλύσῃ, ἐν δύο γραμματείοις τὴν τυραννίδα γράψαντες, ἀγγέλους δύο ὡς βασιλέα ἐν ναυσὶ δύο στέλλειν διενοοῦντο.
8.7 τούτοιν ἅτερος μὲν λαθὼν. ἔπλευσεν, ὁ δὲ ἕτερος ἐξ ὑποψίας δή τινος ἐν Μανδρακίῳ ἥλω, καὶ τὰ γράμματα τοῖς λαβοῦσιν αὐτὸν ἐγχειρίσας ἔκπυστα ἐποίει τὰ πρασσόμενα.
8.8 ταύτῃ τε μαθὼν Βελισάριος ἐς ὄψιν ἐλθεῖν τὴν βασιλέως, ὥσπερ ἐρρήθη, ἠπείγετο. ταῦτα μὲν δὴ ἐν Καρχηδόνι ἐφέρετο τῇδε.
8.9 Μαυρούσιοι δὲ ὅσοι ἔν τε Βυζακίῳ καὶ Νουμιδίᾳ ᾤκηντο, ἐς ἀπόστασίν τε ἐξ αἰτίας οὐδεμιᾶς εἶδον καὶ τὰς σπονδὰς διαλύσαντες χεῖρας ἀνταίρειν ἐξαπιναίως Ῥωμαίοις ἔγνωσαν. καὶ τοῦτο οὐκ ἀπὸ τρόπου τοῦ οἰκείου σφίσιν ἐπράσσετο.
8.10 ἔστι γὰρ ἐν Μαυρουσίοις οὔτε θεοῦ φόβος οὔτε ἀνθρώπων αἰδώς. μέλει γὰρ αὐτοῖς οὔτε ὅρκων οὔτε ὁμήρων, ἢν καὶ παῖδες ἢ ἀδελφοὶ τῶν ἐν σφίσιν ἡγουμένων τύχωσιν ὄντες.
8.11 οὐδὲ ἄλλῳ οὐδενὶ εἰρήνη ἐν Μαυρουσίοις, ὅτι μὴ τῶν πολεμίων τῶν κατ’ αὐτῶν δέει κρατύνεται. ὅτῳ δὲ αὐτοῖς αἵ τε πρὸς Βελισάριον σπονδαὶ ἐγένοντο καὶ ὅτῳ διελύθησαν τρόπῳ, ἐγὼ δηλώσω.
8.12 ἡνίκα ὁ βασιλέως στόλος ἐπίδοξος ἐγεγόνει ὡς ἐς Λιβύην ἀφίξεται, δείσαντες οἱ Μαυρούσιοι μή τι ἐνθένδε κακὸν λάβωσι ταῖς ἐκ τῶν γυναικῶν μαντείαις ἐχρῶντο.
8.13 ἄνδρα γὰρ μαντεύεσθαι ἐν τῷ ἔθνει τούτῳ οὐ θέμις, ἀλλὰ γυναῖκες σφίσι κάτοχοι ἐκ δή τινος ἱερουργίας γινόμεναι προλέγουσι τὰ ἐσόμενα, τῶν πάλαι χρηστηρίων οὐδενὸς ἧσσον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi