Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

7.13 ἐτύγχανε δὲ Βελισάριος διατριβήν τινα ἐν τῷ τῆς πόλεως προαστείῳ ποιούμενος,
7.14 ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παρ’ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.
7.15 οἱ μέντοι φίλοι ἀγχίνουν τε τὸν ἄνθρωπον ἐβούλοντο εἶναι καὶ ἅτε οἰκίας μὲν βασιλικῆς γεγονότα, εἰς βασιλείαν δὲ ἀναβεβηκότα, καὶ δύναμίν τε ἰσχυρὰν χρήματά τε μεγάλα ἐκ παιδὸς ἄχρι καὶ ἐς γῆρας περιβαλόμενον, εἶτα εἰς φυγήν τε καὶ δέος πολὺ ἐμπεσόντα καὶ κακοπάθειαν τὴν ἐν Παπούᾳ ὑποστάντα, καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, πάντων τε ταύτῃ τῶν ἀπὸ τῆς τύχης ἀγαθῶν τε καὶ φλαύρων ἐν πείρᾳ γεγονότα, ἄλλου οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι.
7.16 περὶ μὲν οὖν τοῦ γέλωτος ὃν Γελίμερ ἐγέλα, λεγέτω ὥς πη ἕκαστος γινώσκει,
7.17 καὶ ἐχθρὸς καὶ φίλος. Βελισάριος δὲ ἐς βασιλέα ὡς Γελίμερ δορυάλωτος εἴη ἐν Καρχηδόνι ἀνενεγκὼν ᾔτει ξὺν αὐτῷ ἐς Βυζάντιον ἀφικέσθαι. ἅμα δὲ αὐτόν τε καὶ Βανδίλους ἅπαντας οὐκ ἐν ἀτιμίᾳ ἐφύλασσε καὶ τὸν στόλον ἐν παρασκευῇ ἐποιεῖτο.
7.18 Πολλὰ μὲν οὖν καὶ ἄλλα ἐν τῷ παντὶ αἰῶνι ἤδη τε κρείσσω ἐλπίδος ἐς πεῖραν ἦλθε καὶ ἀεὶ ἥξει, ἕως ἂν αἱ αὐταὶ τύχαι ἀνθρώπων ὦσι·
7.19 τά τε γὰρ λόγῳ ἀδύνατα δοκοῦντα εἶναι ἔργῳ ἐπιτελῆ γίγνεται καὶ τὰ τέως ἀδύνατα φανέντα πολλάκις,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi