Kitap 4
7.6
τοῦτο τὸ πάθος οὐκ ἐνεγκὼν Γελίμερ ʽπαρηκολούθει γὰρ ἐξ ἀρχῆς ἅπασιν’ ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φάραν ὡς τάχιστα ἔγραψε τάδε·
7.7
“Εἴ τινι καὶ ἄλλῳ τετύχηκε πώποτε τὰ δεινὰ καρτερήσαντι ἀπ’ ἐναντίας ἰέναι τῶν πρόσθεν αὐτῷ βεβουλευμένων, τοιοῦτον δή τινα καὶ ἐμὲ νόμιζε εἶναι, ὦ βέλτιστε Φάρα.
7.8
εἰσῆλθε γάρ με ἡ σὴ ξυμβουλή, ἣν δὴ ἀλογῆσαι ἥκιστα βούλομαι. οὐ γὰρ ἂν ἀντιτείνοιμι περαιτέρω τῇ τύχῃ οὐδὲ πρὸς τὴν πεπρωμένην ζυγομαχοίην, ἀλλ’ ἕψομαι αὐτίκα δὴ μάλα, ὅπη ἂν αὐτῇ ἐξηγεῖσθαι δοκῇ· ὅπως μέντοι τὰ πιστὰ λάβοιμι, ἀναδέχεσθαι Βελισάριον βασιλέα ποιήσειν ἅπαντα ὅσα μοι ἔναγχος ὑπεδέξω.
7.9
ἐγὼ γάρ, ἐπειδὰν τάχιστα τὴν πίστιν δοίητε, ἐμαυτόν τε ὑμῖν ἐγχειριῶ καὶ συγγενεῖς τούσδε καὶ Βανδίλους ὅσοι ξὺν ἡμῖν ἐνταῦθά εἰσι.”
7.10
Τοσαῦτα μὲν τῷ Γελίμερι ἐν τῇ ἐπιστολῇ τῇδε ἐγέγραπτο. Φάρας δὲ ταῦτά τε Βελισαρίῳ καὶ τὰ πρότερον γεγραμμένα σφίσι πρὸς ἀλλήλους σημήνας ἐδεῖτο ὡς τάχιστά οἱ δηλῶσαι ὅ τι ἂν αὐτῷ βουλομένῳ εἴη.
7.11
Βελισάριος δὲ ʽκαὶ γάρ οἱ ἐν ἐπιθυμίᾳ μεγάλῃ ἦν ζῶντα Γελίμερα βασιλεῖ ἀγαγεῖν̓, ἐπεὶ τάχιστα τὰ γράμματα ἀνελέξατο, περιχαρής τε ἐγεγόνει καὶ Κυπριανὸν φοιδεράτων ἄρχοντα ἐς Παπούαν ἐκέλευεν ἰέναι ξὺν ἄλλοις τισίν, ὅρκους τε αὐτοῖς ἐπέστελλε περὶ σωτηρίας Γελίμερός τε καὶ τῶν ξὺν αὐτῷ διδόναι, καὶ ὡς ἐπίτιμός τε παρὰ βασιλεῖ καὶ οὐδενὸς ἐνδεὴς εἴη.
7.12
οἵπερ ἐπεὶ παρὰ τὸν Φάραν ἀφίκοντο, ἦλθον ξὺν αὐτῷ ἔς τι χωρίον παρὰ τὸν τοῦ ὄρους πρόποδα, ἔνθα σφίσι Γελίμερ μετάπεμπτος ἦλθε καὶ τὰ πιστὰ λαβὼν ᾗπερ ἐβούλετο ἐς Καρχηδόνα σὺν αὐτοῖς ἧκεν.