Kitap 4
6.26
ἀθυμία γὰρ ἐκπλήξασα εἰς ἀβουλίαν τρέπεσθαι πέφυκεν· ἢν δὲ φέρειν τὴν διάνοιαν τὴν σαυτοῦ δύναιο καὶ μὴ πρὸς τύχην μεταβαλλομένην ἀγανακτεῖν, παρέσται σοι αὐτίκα δὴ μάλα τά τε ξύμφορα ἑλέσθαι ἅπαντα καὶ τῶν ἐπικειμένων ἀπηλλάχθαι κακῶν.”
6.27
Ταῦτα Γελίμερ τὰ γράμματα ἀναλεξάμενος ἀποκλαύσας τε δεινῶς ἀντέγραψεν ὧδε· “Καὶ τῆς ξυμβουλῆς ἥν μοι ἐποιήσω πολλὴν ἔχω σοι χάριν καὶ πολεμίῳ ἀδικοῦντι δουλεύειν οὐκ ἀνεκτὸν οἶμαι, παρ’ οὗ ἂν δίκην εὐξαίμην λαβεῖν, εἴ μοι ὁ θεὸς ἵλεως εἴη, ὅς γε οὐδὲν πώποτε ἄχαρι πρὸς ἐμοῦ οὔτε ἔργῳ παθὼν οὔτε λόγῳ ἀκούσας πολέμῳ μὲν αἰτίαν οὐκ ἔχοντι παρέσχετο σκῆψιν, ἐμὲ δὲ ἐς τοῦτο μετήνεγκε τύχης, Βελισάριον οὐκ οἶδα ὅθεν ἐπενεγκών.
6.28
καίτοι καὶ αὐτῷ ἀνθρώπῳ γε ὄντι, καὶ βασιλεῖ οὐδὲν ἀπεικὸς ξυμβήσεσθαί τι ὧν οὐκ ἂν ἕλοιτο.
6.29
ἐγὼ μέντοι περαιτέρω τι γράφειν οὐκ ἔχω. ἀφείλετο γάρ με τὴν ἔννοιαν ἡ παροῦσα τύχη.
6.30
ἀλλὰ χαῖρέ μοι, ὦ φίλε Φάρα, καί μοι κιθάραν τε καὶ ἄρτον
6.31
ἕνα καὶ σπόγγον δεομένῳ πέμπε.” ταῦτα ἐπεὶ ἀπενεχθέντα ὁ Φάρας ἔγνω, χρόνον δή τινα διηπορεῖτο τῆς ἐπιστολῆς τὸ ἀκροτελεύτιον συμβαλεῖν οὐκ ἔχων, ἕως οἱ ὁ ταύτην κομίσας ἔφρασεν ὡς ἄρτου μὲν ἑνὸς δέοιτο Γελίμερ, ἐπιθυμῶν ἐς θέαν τε αὐτοῦ ἀφικέσθαι καὶ βρῶσιν, ἐπεὶ ἐξ οὗ ἐς Παπούαν ἀναβέβηκεν, οὐδένα που ἄρτον ὠπτημένον εἶδε.
6.32
σπόγγος δέ οἱ ἀναγκαῖος εἴη· τοῖν γάρ οἱ ὀφθαλμοῖν ἅτερος, τραχυνόμενος τῇ ἀλουσίᾳ, ἐς ἄγαν ἐπῆρται.
6.33
κιθαριστῇ δὲ ἀγαθῷ ὄντι ᾠδή τις αὐτῷ ἐς ξυμφορὰν τὴν παροῦσαν πεποίηται, ἣν δὴ πρὸς κιθάραν θρηνῆσαί τε καὶ ἀποκλαῦσαι ἐπείγεται.