Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

1.8 καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳ τε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ’ αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο.
1.9 τοὺς δὲ Μασσαγέτας δώροις τε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη,
1.10 ἐφ’ ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται. ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι· δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ’ αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν· καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτήν, ἐν φροντίδι εἶναι.
1.11 τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον.
1.12 Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ στράτευμα ἔλεξε τοιάδε·
1.13 “Παραίνεσιν μέν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δι’ αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi