Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

4.32 καὶ Φάρας μὲν κατὰ ταῦτα ἐποίει. Βελισάριος δὲ Βανδίλους ὅσοι ἐς Ἱππονερέγιον πρὸς τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο, πολλοί τε καὶ ἄριστοι, ἀνέστησέ τε πιστὰ λαβόντας καὶ ἐς Καρχηδόνα ξὺν φυλακῇ ἔπεμψεν. ἐνταῦθα δὲ αὐτῷ καί τι τοιόνδε ξυμπεσεῖν ἔτυχεν.
4.33 Ἐν τῇ Γελίμερος οἰκίᾳ γραμματεὺς ἦν τις Βονιφάτιος Λίβυς, ἐκ Βυζακίου ὁρμώμενος, πιστὸς τῷ Γελίμερι ἐς τὰ μάλιστα.
4.34 τοῦτον δὴ τὸν Βονιφάτιον Γελίμερ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἐς ναῦν ἐμβιβάσας ἄριστα πλέουσαν, ἐν ταύτῃ τε ἅπαντα τὸν βασιλικὸν πλοῦτον ἐνθέμενος ἐκέλευεν ἐς τὸν τοῦ Ἱππονερεγίου λιμένα ὁρμίζεσθαι, καὶ ἢν τὰ πράγματα σφίσιν οὐκ εὖ καθιστάμενα ἴδοι, τὰ χρήματα ἔχοντα πλεῖν κατὰ τάχος ἐς Ἱσπανίαν, παρὰ Θεῦδίν τε ἀφικέσθαι τὸν τῶν Οὐισιγότθων ἡγούμενον, ἔνθα δὴ καὶ αὐτὸς διασώζεσθαι ἐκαραδόκει, πονηρᾶς γινομένης Βανδίλοις τῆς τοῦ πολέμου τύχης.
4.35 Βονιφάτιος δέ, ἕως μὲν τὰ Βανδίλων ἐλπίδα εἶχεν, αὐτοῦ ἔμενεν· ἐπεὶ δὲ τάχιστα ἡ ἐν Τρικαμάρῳ μάχη καὶ τὰ ἄλλα ἅπερ ἐρρήθη ἐγεγόνει, ἄρας τὰ ἱστία ἔπλει καθάπερ οἱ ἐπέστελλε Γελίμερ.
4.36 ἀλλὰ πνεύματος αὐτὸν ἐναντίωμα εἰς τὸν τοῦ Ἱππονερεγίου λιμένα οὔτι ἑκούσιον αὖθις ἤνεγκεν. ὡς δὲ τοὺς πολεμίους ἀγχοῦ ἤδη που ἠκηκόει εἶναι, τοὺς ναύτας πολλὰ ὑποσχόμενος ἐλιπάρει ἐς ἄλλην τινὰ ἤπειρον ἢ νῆσον βιασαμένους ἰέναι.
4.37 οἱ δὲ ʽοὐ γὰρ ἐδύναντο χειμῶνος σφίσι χαλεποῦ λίαν ἐπιπεσόντος καὶ τὸ τῆς θαλάσσης ῥόθιον ἅτε ἐν Τυρρηνικῷ πελάγει ἐς ὕψος μέγα ἐγείροντοσ̓, τότε δὴ αὐτοί τε καὶ Βονιφάτιος ἐς ἔννοιαν ἦλθον ὡς ἄρα ὁ θεὸς τὰ χρήματα Ῥωμαίοις διδόναι ἐθέλων τὴν ναῦν οὐκ ἐῴη ἀνάγεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi