Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

4.26 Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυράν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι.
4.27 τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον ʽπέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσἰ, κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται.
4.28 ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ ʽοὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναἰ στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν.
4.29 ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος.
4.30 ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον.
4.31 Φάρας δὲ οὐ μόνος τῆς εὐκοσμίας ἀντείχετο, ἀλλὰ καὶ Ἐρούλων ὅσοι αὐτῷ εἵποντο. τοῦτον δὴ τὸν Φάραν ἐς τὸν τοῦ ὄρους πρόποδα Βελισάριος καθῆσθαι τὴν τοῦ χειμῶνος ὥραν ἐκέλευε καὶ φυλακὴν ἀκριβῆ ἔχειν, ὡς μήτε τὸ ὄρος ἀπολιπεῖν Γελίμερι δυνατὰ εἴη μήτε τι τῶν ἀναγκαίων ἐς αὐτὸ ἐσκομίζεσθαι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi