Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

4.1 Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ’ αὐτοὺς ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν.
4.2 ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι.
4.3 οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ’ οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο.
4.4 καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον.
4.5 οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδέν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο.
4.6 ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι.
4.7 ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi