Kitap 4
28.34
γέγονε τοίνυν, ὡς τὸ εἰκός, κραυγῆς τε καὶ ταραχῆς μέγα τι χρῆμα. αἰσθόμενοί τε ταύτης ὅσοι τῶν Ἀρμενίων παρὰ τοὺς τοῦ τυράννου φύλακας ἵσταντο, τὰς ἀσπίδας εὐθὺς ἀνελόμενοι κατὰ τὰ σφίσι ξυγκείμενα ἐπὶ τὰς στιβάδας ἐχώρουν δρόμῳ, καὶ τούς τε Βανδίλους ξύμπαντας τούς τε Γονθάριδι ἐπιτηδείους ἀνεῖλον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος.
28.35
Τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐμαρτύρατο ἐπιμελεῖσθαι τῶν ἐν Παλατίῳ χρημάτων· ὅσα γὰρ Ἀρεοβίνδῳ ἐλέλειπτο ἐνταῦθα εἶναι.
28.36
ἐπεὶ δὲ οἱ φύλακες τὴν Γονθάριδος τελευτὴν ἔμαθον, ξυνετάσσοντο τοῖς Ἀρμενίοις αὐτίκα πολλοί· τῆς γὰρ Ἀρεοβίνδου οἰκίας οἱ πλεῖστοι ἦσαν. ξυμφρονήσαντες τοίνυν Ἰουστινιανὸν ἀνεβόων καλλίνικον.
28.37
ἥ τε φωνὴ προϊοῦσα μὲν ἐκ πλήθους ἀνθρώπων, ἐξαισία δὲ ὑπερφυῶς οὖσα ἐς πόλιν ἐξικνεῖσθαι τὴν πολλὴν ἴσχυσεν.
28.38
ἐνθένδε οἱ τῷ βασιλεῖ εὐνοϊκῶς ἔχοντες ἐσπηδήσαντες ἐς τῶν στασιωτῶν τὰς οἰκίας τοὺς μὲν ὕπνον αἱρουμένους, τοὺς δὲ σιτία, ἐνίους δὲ θαμβήσαντάς τε τῷ δέει καὶ ἀπορίᾳ δεινῇ ἐχομένους εὐθὺς ἔκτειναν.
28.39
ἐν τοῖς καὶ Πασίφιλος ἦν. Ἰωάννης γὰρ ξὺν Βανδίλων τισὶν ἐς τὸ ἱερὸν καταφεύγει.
28.40
οἷς δὴ Ἀρταβάνης τὰ πιστὰ παρασχόμενος ἔνθεν τε ἐξαναστήσας ἐς Βυζάντιον ἔπεμψε καὶ τὴν πόλιν βασιλεῖ ἀνασωσάμενος διεφύλαξε.
28.41
γέγονε δὲ ὁ τοῦ τυράννου φόνος ἕκτῃ καὶ τριακοστῇ ἀπὸ τῆς τυραννίδος ἡμέρᾳ, ἔνατον καὶ δέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.
28.42
Ἀρταβάνης τε ἐκ τοῦ ἔργου τούτου κλέος περιεβάλετο μέγα ἐς πάντας ἀνθρώπους.