Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

28.14 τοσαῦτα καὶ Ἀρτασίρης εἰπὼν ξύν τε Γρηγορίῳ καὶ τῶν δορυφόρων ἑνὶ παρὰ τὰς στιβάδας ἐλθὼν ὄπισθεν Ἀρταβάνου ἑστήκει. οἱ δὲ λοιποὶ παρὰ τοὺς φύλακας μένοντες τὰ σφίσιν ἐπηγγελμένα ἐποίουν.
28.15 Ὁ μὲν οὖν Ἀρτασίρης, ἀρξαμένης που τῆς θοίνης, ἔργου ἔχεσθαι διενοεῖτο, ἤδη τε τῆς τοῦ ἀκινάκου λαβῆς ἥπτετο.
28.16 ἀλλ’ αὐτὸν ὁ Γρηγόριος διεκώλυσεν ἔτι τὸν Γόνθαριν ὅλον εἰπὼν τῇ Ἀρμενίων φωνῇ ἐν αὑτῷ εἶναι, οὔπω ἐκπεπωκότα τοῦ οἴνου τι μέγα.
28.17 ἀνοιμώξας τοίνυν Ἀρτασίρης, “Ὦ ἄνθρωπε,” εἶπεν, “ὡς καλὴν ἔχοντά με ψυχὴν οὐ δέον ἐν τῷ παρόντι κεκώλυκας.”
28.18 προϊόντος δὲ τοῦ πότου, ἤδη που καταβεβρεγμένος ὁ Γόνθαρις τοῖς δορυφόροις τῶν βρώσεων ἐδίδου, φιλοτιμίᾳ τινὶ χρώμενος.
28.19 οἳ δὴ ταύτας λαβόντες ἐσθίειν ἤδη τοῦ οἰκήματος ἔξω γενόμενοι ἔμελλον, μόνων ἀπολελειμμένων παρὰ τὸν Γόνθαριν δορυφόρων τριῶν, ὧνπερ Οὐλίθεος εἷς ἐτύγχανεν ὤν.
28.20 ἐξῄει δὲ καὶ Ἀρτασίρης, ὡς τῶν βρώσεων ξὺν τοῖς ἑτέροις γευσόμενος.
28.21 ἐνταῦθά τις αὐτῷ γέγονεν ἔννοια μή τί οἱ σπάσασθαι βουλομένῳ τὸν ἀκινάκην ἐμπόδιον εἴη.
28.22 ἔξω τοίνυν γενόμενος ἔρριψε μὲν λάθρα τοῦ ξίφους τὴν θήκην, γυμνόν τε αὐτὸ ὑπὸ μάλης λαβὼν πρὸς τῆς ἐπωμίδος κεκαλυμμένον παρὰ τὸν Γόνθαριν ἐσεπήδησεν, ὡς κρύφα τι τῶν ἄλλων ἐρῶν.
28.23 ὅπερ Ἀρταβάνης ἰδὼν τῷ τε θυμῷ ζέων καὶ τῇ τῆς ἀγωνίας ὑπερβολῇ ἐς βαθεῖάν τινα ἐμπεσὼν μέριμναν, κινεῖν τε τὴν κεφαλὴν ἤρξατο καὶ πολλὰς ἀμείβειν τοῦ προσώπου χρόας, ἔνθους τέ τις τῷ μεγέθει τῆς πράξεως γεγενῆσθαι παντελῶς ἔδοξεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi