Kitap 4
28.9
βούλεσθαι τοίνυν ἑστάναι μὲν αὐτοὺς παρὰ τοὺς Γονθάριδος φύλακας οἵπερ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο, τοῦ δὲ παίζειν δόκησίν τινα παρεχομένους τῶν μὲν ἀσπίδων ἅσπερ ἐκεῖνοι φέρουσιν ἅπτεσθαι, πάλλοντας δὲ αὐτὰς καὶ ἄλλως κινοῦντας ἄνω κάτω ἐς ἀεὶ στρέφειν· θορύβου δὲ ἢ κραυγῆς ἐντὸς γενομένης ἀραμένους τὰς ἀσπίδας αὐτὰς βοηθεῖν δρόμῳ.
28.10
Ἀρταβάνης μὲν ταῦτα ἐπήγγελλεν, ὁ δὲ Γρηγόριος ἐπιτελῆ ἐποίει. ὅ τε Ἀρτασίρης ἐπενόει τάδε· τῶν βελῶν τινα διελὼν δίχα τῷ καρπῷ τῆς εὐωνύμου χειρὸς ἐπέθετο κατὰ τὰς τομὰς μέχρι ἐς τὸν ἀγκῶνα. ἱμᾶσί τε αὐτὰ ἐς τὸ ἀκριβὲς σφίγξας ὕπερθε τὸ ταύτῃ τοῦ χιτωνίσκου μέρος ἐπέβαλλεν.
28.11
ἐποίει δὲ ταῦτα, ὅπως, ἤν τις αὐτῷ τὸ ξίφος ἐπανατεινάμενος ἐγχειρῇ παίειν, μηδὲν αὐτῷ δεινὸν πεπονθέναι ξυμβαίη, προβεβλημένῳ μὲν τὴν λαιὰν χεῖρα, τοῦ δὲ σιδήρου ἀποκαυλιζομένου ἐν τῇ ἐς τὸ ξύλον ἐπιφορᾷ καὶ τοῦ σώματος ἅψασθαι οὐδαμῆ ἔχοντος. Τοιαύτῃ μὲν γνώμῃ Ἀρτασίρης, ὥσπερ μοι ἐρρήθη, ἐποίει.
28.12
τῷ δὲ Ἀρταβάνῃ ἔλεξεν ὧδε· “Ἐγὼ τὸ μὲν ἐγχείρημα ὀκνήσει οὐδεμιᾷ ὑποστήσεσθαι καὶ ξίφει τῷδε τοῦ Γονθάριδος σώματος ψαύσειν ἐλπίδα ἔχω, τὸ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν, πότερα ὁ θεὸς τῷ τυράννῳ χαλεπῶς ἔχων ξυγκατεργάσεταί μοι τὸ τόλμημα τοῦτο, ἤ τινα ἐμὴν ἁμαρτάδα τιννύμενος ἐνταῦθά τε ἀπαντήσας ἐμπόδιος εἴη.
28.13
ἢν τοίνυν οὐκ ἐν καιρίῳ πληγέντα τὸν τύραννον ἴδῃς, σὺ δή με τῷ ξίφει τῷ ἐμῷ μηδέν τι μελλήσας ἀπόκτεινον, ὅπως μὴ πρὸς αὐτοῦ αἰκιζόμενος γνώμῃ τε τῇ σῇ ἐς τὴν πρᾶξιν ὡρμηκέναι εἰπὼν αἴσχιστά τε αὐτὸς διαφθαρείην καί σε προσαπολεῖν ἀναγκασθείην ἀκούσιος.”