Kitap 4
3.22
καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες ἐκώκυον.
3.23
καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ’ ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο.
3.24
ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων λόγῳ.
3.25
χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ τετύχηκεν εἶναι.
3.26
οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ’ αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐς οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν.
3.27
καὶ ἀπ’ αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις.
3.28
ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνός, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.