Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

28.2 ἔν τε οἰκήματι οὗ δὴ στιβάδες ἐν παρασκευῇ ἦσαν ἐκ παλαιοῦ τρεῖς, τὴν θοίνην ἐποίει.
28.3 αὐτὸς μὲν οὖν ἐπὶ στιβάδος κατεκλίνετο, ὡς τὸ εἰκός, τῆς πρώτης, ἔνθα δὴ καὶ Ἀθανάσιός τε καὶ Ἀρταβάνης ἦσαν, τῶν τε Γονθάριδι γνωρίμων τινές, καὶ Πέτρος Θρᾷξ μὲν γένος, δορυφόρος δὲ Σολόμωνος γενόμενος πρότερον.
28.4 ἐν ἀμφοτέραις δὲ ταῖς ἄλλαις στιβάσι Βανδίλων οἱ πρῶτοί τε καὶ ἄριστοι ἦσαν.
28.5 Ἰωάννην μέντοι, ὃς τῶν Στότζα στασιωτῶν ἦρχε, Πασίφιλος ἰδίᾳ εἱστία, καὶ τῶν ἄλλων ἕκαστον, ὅπη ἑκάστῳ τῶν Γονθάριδι ἐπιτηδείων φίλον ἔδοξεν εἶναι.
28.6 Ἀρταβάνης τοίνυν ἡνίκα ἐπὶ ταύτην δὴ τὴν θοίνην ἐκαλεῖτο, τοῦτόν οἱ τὸν καιρὸν ἐπιτηδείως ἔχειν ἐς τὸν τοῦ τυράννου φόνον οἰόμενος, τὸ βούλευμα ἐπιτελεῖν διενοεῖτο.
28.7 ἐς Γρηγόριον οὖν καὶ Ἀρτασίρην καὶ δορυφόρους ἑτέρους τρεῖς τὸ πρᾶγμα ἐξενεγκὼν τοὺς μὲν δορυφόρους ξὺν τοῖς ξίφεσιν ἐκέλευσεν εἴσω γενέσθαι· ʽἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι τοὺς δορυφόρους νόμοσ̓ εἴσω δὲ γενομένους ἐγχειρεῖν ἄφνω, ἡνίκα ἂν σφίσι δοκῇ ὁ καιρὸς ὡς μάλιστα ἐπιτηδείως ἔχειν, πρῶτόν τε τὸν Ἀρτασίρην ἔργου ἔχεσθαι.
28.8 τῷ δὲ Γρηγορίῳ ἐπέστελλε τῶν Ἀρμενίων πολλοὺς τοὺς μάλιστα εὐτολμοτάτους ἀπολεξαμένῳ ἐς τὸ Παλάτιον ἐπαγαγέσθαι, τὰ ξίφη μόνα ἐν χερσὶ φέροντας· ʽἄλλῳ γὰρ οὐδενὶ τοὺς τοῖς ἄρχουσιν ἐν πόλει ἑπομένους ὁπλίζεσθαι θέμισ̓ τούτους τε ἐν τῷ προστώῳ ἀπολιπόντι εἴσω ξὺν τοῖς δορυφόροις γενέσθαι, καὶ αὐτῶν τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν, τοσοῦτον δὲ εἰπεῖν μόνον, ὡς ἐς τὸν Γόνθαριν ὑπόπτως ἔχοι, ἐπὶ πονηρῷ τῷ Ἀρταβάνους ἐς τὴν θοίνην αὐτὸν κεκληκέναι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi