Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 4

26.1 Ἡμέρᾳ τε τῇ ἐπιγενομένῃ ἐποίει τάδε. τὰς πύλας ἀναπετάσας οὗ δὴ αὐτὸς φυλακὴν εἶχε, λίθους μὲν ὑπερφυεῖς ἔνερθεν ἔθηκεν, ὡς μή τις αὐτὰς ἐπιτιθέναι εὐπετῶς δύναιτο, ἄνδρας τε τεθωρακισμένους καὶ τὰ τόξα ἐν χερσὶν ἔχοντας ἀμφὶ τὰς ἐπάλξεις πολλοὺς ἔστησεν, αὐτός τε τὸν θώρακα ἐνδὺς εἱστήκει ἐν μέσαις ταῖς πύλαις.
26.2 ἐπενόει δὲ ταῦτα οὐ Μαυρουσίων ἕνεκα, ὅπως τῇ πόλει αὐτοὺς δέξηται ʽἀβέβαιοι γὰρ Μαυρούσιοι παντάπασιν ὄντες ὑπόπτως ἔχουσιν ἐς πάντας ἀνθρώπους.
26.3 τοῦτό τε αὐτοῖς οὐκ ἀπὸ τοῦ εἰκότος γενέσθαι ξυμβαίνει· ἐπεὶ ὅστις ἄπιστος ἐς τοὺς πέλας καθέστηκε φύσει, οὐδὲ αὐτὸς πιστεύειν ὁτῳοῦν δύναται, ἀλλ’ ὑπόπτως ἔχειν ἀναγκάζεται ἐς πάντας ἀνθρώπους ἐκ τῆς αὑτοῦ γνώμης τὸν τοῦ πέλας σταθμώμενος τρόπον.
26.4 διὸ δὴ οὐδὲ Μαυρουσίους ἤλπιζε Γόνθαρις πιστεύσαντάς οἱ ἐντὸς τοῦ περιβόλου γενήσεσθαἰ, ἀλλ’ ὅπως Ἀρεόβινδος ἐμπεσὼν ἐς μέγα τι δέος ἐς φυγήν τε εὐθὺς ὁρμηθείη καὶ κατὰ τάχος Καρχηδόνα ἀπολιπὼν ἐπὶ Βυζαντίου κομίζοιτο.
26.5 καὶ ἔτυχέ γε τῆς ἀληθοῦς ἐννοίας, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσε.
26.6 μαθὼν δὲ Ἀρεόβινδος τὰ ποιούμενα, τόν τε Ἀθανάσιον καὶ τῶν δοκίμων τινὰς μετεπέμπετο.
26.7 παρῆν δέ οἱ καὶ Ἀρταβάνης ἐκ τοῦ στρατοπέδου τρίτος αὐτός, τῷ τε Ἀρεοβίνδῳ παρῄνει μήτε ἀναπεπτωκέναι μήτε τόλμῃ τῇ Γονθάριδος ἐνδιδόναι, ἀλλ’ αὐτίκα μάλα ἐπ’ αὐτὸν ὁμοῦ ξὺν πᾶσι τοῖς οἱ ἑπομένοις ἰόντα ἔργου ἔχεσθαι, πρίν τι περαιτέρω γεγονέναι κακόν.
26.8 τὰ μὲν οὖν πρῶτα πέμψας Ἀρεόβινδος παρὰ Γόνθαριν τῶν ἐπιτηδείων τινά, Φρέδαν ὄνομα, ἐκέλευεν ἀποπειρᾶσθαι τῆς αὐτοῦ γνώμης.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi