Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

25.21 ἄραντες δὲ ἐνθένδε παντὶ τῷ στόλῳ τριταῖοι κατέπλευσαν ἐς τὴν Λιβύης ἀκτὴν ἣ Νουμίδας τε καὶ Μαυριτανοὺς διορίζει.
25.22 καὶ πεζῇ βαδίζοντες ἀφικνοῦνται ἐς τὸ Βούλλης πεδίον, οὗ δὴ ἀνεμίγνυντο τῷ ἄλλῳ στρατῷ. ἐνταῦθα συχνὰ ἐλέου πολλοῦ ἄξια Βανδίλοις ξυνέβη, ἅπερ ἔγωγε οὐκ ἂν ἔτι φράσαι ἱκανῶς ἔχοιμι.
25.23 οἶμαι γὰρ εἰ καὶ αὐτῶν πολεμίων ἀνδρὶ θεατῇ γενέσθαι τετύχηκε, τάχα ἂν καὶ αὐτὸς Βανδίλους τε τότε καὶ τύχην τὴν ἀνθρωπείαν ᾠκτίσατο.
25.24 ὅ τε γὰρ Γελίμερ καὶ ὁ Τζάζων ἐπειδὴ ἀλλήλοιν τῷ τραχήλῳ περιεβαλέσθην, μεθίεσθαι τὸ λοιπὸν οὐδαμῆ εἶχον, οὐδὲν μέντοι ἐς ἀλλήλους ἐφθέγγοντο, ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον, καὶ Βανδίλων τῶν ξὺν Γελίμερι ἕκαστος τῶν τινα ἐκ Σαρδοῦς ἥκοντα περιβαλὼν κατὰ ταὐτὰ ἐποίει.
25.25 χρόνον τε συχνὸν ὥσπερ ἀλλήλοις ἐμπεφυκότες, ἡδονῆς τῆς ἐνθένδε ἀπώναντο, καὶ οὔτε οἱ ἀμφὶ Γελίμερα περὶ τοῦ Γώδα ʽἐπεὶ αὐτοὺς ἡ παροῦσα τύχη ἐκπλήξασα τὰ πρόσθεν σφίσι σπουδαιότατα δόξαντα εἶναι τοῖς ἤδη ἐς ἄγαν ἀπημελημένοις ξυνέτασσεν’ οὔτε οἱ ἐκ Σαρδοῦς ἥκοντες ἐρωτᾶν τι ἠξίουν ἀμφὶ τοῖς ἔν γε Λιβύῃ ξυνενεχθεῖσιν. ἱκανὸς γὰρ αὐτοῖς ὁ χῶρος τεκμηριῶσαι τὰ ξυμπεσόντα ἐγίνετο.
25.26 οὐ μὴν οὐδὲ γυναικῶν ἢ παίδων ἰδίων λόγον ἐποιοῦντό τινα, ἐξεπιστάμενοι ὡς, ἤν τις αὐτοῖς ἐνταῦθα οὐκ εἴη, δῆλον ὅτι ἢ ἐτελεύτα ἢ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γέγονε. ταῦτα μὲν δὴ ταύτῃ πη ἔσχεν.
← Önceki 94 / 94

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi