Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

24.13 ἐπεὶ δὲ ἀπεκρίναντο οἱ ἀμφὶ τὸν Γοτθαῖον ἅπαντα σφίσιν ὡς ἄριστα ἔχειν, ἠρώτα ὅτου ποτὲ ἕνεκα ἥκοιεν.
24.14 τῶν δὲ τὴν ὁμαιχμίαν προτεινομένων ἐκέλευεν αὐτοὺς ὁ Θεῦδις εἰς τὴν παραλίαν ἰέναι· “Ἐνθένδε γάρ,” ἔφη,
24.15 “τὰ οἴκοι πράγματα ἀσφαλῶς εἴσεσθε.” οἱ δὲ πρέσβεις οὐχ ὑγιᾶ τὸν λόγον εἶναι, ἅτε οἰνωμένου τοῦ ἀνθρώπου, ὑποτοπήσαντες, ἐν σιωπῇ ἔσχον.
24.16 ἐπεὶ δὲ αὐτῷ τῇ ὑστεραίᾳ ξυγγενόμενοι τὴν συμμαχίαν ἐν λόγῳ ἐποιοῦντο, καὶ ῥήματι αὖθις τῷ αὐτῷ ὁ Θεῦδις ἐχρῆτο, οὕτω δὴ ξυνέντες νεώτερα σφίσιν ἐν Λιβύῃ ξυμπεσεῖν πράγματα, οὐδὲν μέντοι ἀμφὶ Καρχηδόνι ἐν νῷ ἔχοντες, ἐς αὐτὴν ἔπλεον.
24.17 ἀγχοῦ τε αὐτῆς καταπλεύσαντες καὶ Ῥωμαίοις στρατιώταις περιτυχόντες ἐνεχείρισαν σφᾶς αὐτοὺς ὅ τι βούλοιντο χρῆσθαι.
24.18 ὅθεν ἐς τὸν στρατηγὸν ἀπαχθέντες καὶ τὸν πάντα λόγον ἀγγείλαντες ἔπαθον οὐδὲν πρὸς ἐκείνου κακόν.
24.19 ταῦτα μὲν οὖν οὕτω γενέσθαι τετύχηκε. Κύριλλος δέ, Σαρδοῦς τε ἀγχοῦ γενόμενος καὶ τὰ τῷ Γώδᾳ ξυμπεσόντα ἀκούσας, ἐς Καρχηδόνα ἔπλει, ἔνθα τό τε Ῥωμαίων στράτευμα καὶ Βελισάριον εὑρὼν νενικηκότας ἡσύχαζε· καὶ Σολόμων παρὰ βασιλέα, ὅπως ἀγγείλῃ τὰ πεπραγμένα, ἐστέλλετο.
25.1 Γελίμερ δὲ ἐπεὶ ἐν πεδίῳ Βούλλης ἐγεγόνει, ὅπερ εὐζώνῳ ἀνδρὶ τεσσάρων ἡμερῶν ὁδῷ Καρχηδόνος διέχει, οὐ πολλῷ ἄποθεν τῶν Νουμιδίας ὁρίων, ἐνταῦθα Βανδίλους τε ξύμπαντας ἤγειρε καὶ εἴ τί οἱ φίλιον ἐν Μαυρουσίοις ἐτύγχανεν ὄν.
25.2 ὀλίγοι μέντοι Μαυρούσιοι αὐτῷ ἀφίκοντο ἐς ξυμμαχίαν,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi