Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

22.18 ἐπειδή τε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο.
23.1 Γελίμερ δὲ τότε χρήματά τε πολλὰ Λιβύων τοῖς γεωργοῖς προϊέμενος καὶ φιλοφροσύνῃ ἐς αὐτοὺς χρώμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν.
23.2 οὓς δὴ ἐκέλευσε Ῥωμαίων τοὺς ἐς τὰ χωρία περιιόντας κτείνειν, χρυσίον τακτὸν ἐπὶ φόνῳ ἑκάστῳ τῷ ἀπολοῦντι ἐπικηρύξας.
23.3 οἱ δὲ πολλοὺς τοῦ Ῥωμαίων στρατοῦ ἔκτεινον, οὐ στρατιώτας μέντοι, ἀλλὰ δούλους τε καὶ ὑπηρέτας, οἳ δὴ χρημάτων ἐπιθυμίᾳ ἐς τὰς κώμας ἀναβαίνοντες λάθρα ἡλίσκοντο.
23.4 καὶ αὐτῶν τὰς κεφαλὰς οἱ γεωργοὶ παρὰ Γελίμερα φέροντες αὐτοὶ μὲν ἔμμισθοι γενόμενοι ἀπηλλάσσοντο, ὁ δὲ στρατιώτας ἀνῃρηκέναι πολεμίους ὑπώπτευεν.
23.5 Ἐνταῦθα τοῦ χρόνου Διογένης, ὁ Βελισαρίου δορυφόρος, ἔργα ἐπεδείξατο ἀρετῆς ἄξια. σταλεὶς γὰρ ἅμα τῶν ὑπασπιστῶν δύο καὶ εἴκοσιν ἐπὶ κατασκοπῇ τῶν ἐναντίων, ἐγένετο ἐν χωρίῳ δυοῖν ἡμέραιν ὁδὸν Καρχηδόνος διέχοντι.
23.6 τούτους δὲ τοὺς ἄνδρας ʽοὐ γὰρ οἷοί τε ἦσαν οἱ τοῦ χωρίου γεωργοὶ κτείνειν’ ἀγγέλλουσι τῷ Γελίμερι ἐνταῦθα εἶναι.
23.7 καὶ ὃς τριακοσίους ἀπολεξάμενος Βανδίλων ἱππέας ἐπ’ αὐτοὺς ἔστελλε, ζῶντας ἅπαντας ἐπισκήψας παρ’ αὐτὸν ἀγαγεῖν.
23.8 λόγου γὰρ πολλοῦ ἄξιόν οἱ ἔδοξεν εἶναι Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς δύο καὶ εἴκοσι δορυαλώτους ποιήσασθαι.
23.9 οἱ μὲν οὖν ἀμφὶ Διογένην ἐς οἰκίαν ἐσεληλυθότες τινὰ ἐκάθευδον ἐν τῷ ὑπερῴῳ, πολέμιον οὐδὲν ἐν νῷ ἔχοντες, οἵ γε μακρὰν ἀπεῖναι τοὺς ἐναντίους ἐπύθοντο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi