Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

20.15 ᾤοντο χρῆναι ʽτάς τε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλως τε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον οὐχ ἱκανὸν εἶναἰ, τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι ʽμέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχεἰ ἐμπόδιόν τε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς πεφυκέναι.
20.16 ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦ τε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων, ἔς τε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένων τε καὶ Καρχηδονίων διήρπασε.
20.17 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούς τε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν· ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα πρὸς τῶν πολεμίων ὑπαντιάσῃ.
20.18 ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς μάλιστα διασώσασθαι.
20.19 Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρβάρων ἀνόσια.
20.20 διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι Βανδίλοις, εἶναί τε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους ὧν τὴν ἐλευθερίαν ὑπόθεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi