Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

2.27 Τινὲς δὲ οὐχ οὕτω Ῥώμην Ἀλαρίχῳ ἁλῶναί φασιν, ἀλλὰ Πρόβην γυναῖκα, πλούτῳ τε καὶ δόξῃ ἔν γε τῇ Ῥωμαίων βουλῇ ἐπιφανεστάτην μάλιστα οὖσαν, οἰκτεῖραι μὲν λιμῷ τε καὶ τῇ ἄλλῃ κακοπαθείᾳ διαφθειρομένους Ῥωμαίους, οἵ γε καὶ ἀλλήλων ἤδη ἐγεύοντο· ὁρῶσαν δὲ ὡς πᾶσα αὐτοὺς ἐλπὶς ἀγαθὴ ἐπιλελοίπει, τοῦ τε ποταμοῦ καὶ τοῦ λιμένος ἐχομένου πρὸς τῶν πολεμίων, τοῖς οἰκέταις ἐγκελεύσασθαι νύκτωρ ἀνοιγνύναι τὰς πύλας.
2.28 Ἐπειδὴ δὲ Ἀλάριχος ἐκ Ῥώμης ἐξανίστασθαι ἔμελλεν, Ἄτταλον τῶν τινα εὐπατριδῶν βασιλέα Ῥωμαίων ἀνεῖπε, περιθέμενος αὐτῷ τό τε διάδημα καὶ τὴν ἁλουργίδα καὶ εἴ τι ἄλλο ἐς βασιλικὸν ἀξίωμα ἥκει. ἔπρασσε δὲ ταῦτα ὡς παραλύσων μὲν τῆς βασιλείας Ὁνώριον, παραδώσων δὲ ἅπαν Ἀττάλῳ τὸ ἑσπέριον κράτος.
2.29 τοιαύτῃ μὲν γνώμῃ Ἄτταλός τε καὶ Ἀλάριχος ἐπὶ Ῥάβενναν στρατῷ πολλῷ ᾔεσαν. ἦν δὲ ὁ Ἄτταλος οὗτος οὔτε αὐτός τι νοεῖν ἱκανὸς οὔτε τῷ εὖ εἰπόντι πεισθῆναι.
2.30 Ἀλαρίχου γοῦν ἥκιστα ἐπαινοῦντος ἐς Λιβύην στρατιᾶς χωρὶς ἄρχοντας ἔπεμψε. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
2.31 Βρεττανία δὲ ἡ νῆσος Ῥωμαίων ἀπέστη, οἵ τε ἐκείνῃ στρατιῶται βασιλέα σφίσι Κωνσταντῖνον εἵλοντο, οὐκ ἀφανῆ ἄνδρα. ὃς δὴ αὐτίκα στόλον τε ἀγείρας νηῶν καὶ στρατιὰν λόγου ἀξίαν ἐς Ἱσπανίαν τε καὶ Γαλλίαν ὡς δουλωσόμενος στρατῷ μεγάλῳ ἐσέβαλεν.
2.32 Ὁνώριος δὲ πλοῖα μὲν ἐν παρασκευῇ εἶχε, προσεδέχετο δὲ τὰς ἐκ Λιβύης τύχας, ὅπως, ἢν μὲν ἀποκρουσθεῖεν οἱ παρὰ Ἀττάλου σταλέντες, πλέοι τε αὐτὸς ἐπὶ Λιβύης καὶ μοῖράν τινα τῆς βασιλείας τῆς αὐτοῦ ἔχοι, ἢν δὲ ἀπ’ ἐναντίας αὐτῷ τὰ ἐκείνῃ πράγματα ἴοι, ἐς Θεοδόσιόν τε ἵκοιτο καὶ σὺν αὐτῷ εἴη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi