Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

19.20 ἐπεὶ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατιᾷ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλοτάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν.
19.21 ἐδόκει γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, καὶ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι.
19.22 προτερήσαντες δὲ οἱ Βανδίλοι τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες.
19.23 φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι.
19.24 πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν· ἀλλ’ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν.
19.25 Ἐνθενδε οὐκ ἔχω εἰπεῖν ὅ τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι.
19.26 εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ’ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ’ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα·
19.27 τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος ἐφαινετο· εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi