Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

18.1 Ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται.
18.2 ἐμοὶ δὲ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν θεός, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα.
18.3 εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγέτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν.
18.4 καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύλαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρας μάλιστα ἔφθασεν, οὐκ ἄν ποτε οὕτω Βανδίλοις διεφθάρη τὰ πράγματα·
18.5 νῦν δὲ Ἀμμάτας προτερήσας ἀμφὶ μέσην ἡμέραν ἐς Δέκιμον ἧκε, μακρὰν ἀπολελειμμένων ἡμῶν τε καὶ τοῦ Βανδίλων στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλων πλῆθος ἐν Καρχηδόνι ἀπολιπών, ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν, αὐτὸς ξὺν ὀλίγοις καὶ οὐδὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας ἦλθε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi