Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

17.6 Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἀπὸ τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων.
17.7 ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι.
17.8 οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον.
17.9 ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν.
17.10 ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi