Kitap 3
15.8
ἢ οὐκ ἀκηκόατε ὡς ταύτην μὲν τὴν ἀκτὴν ἐννέα ἡμερῶν ὁδόν, λέγω δὲ εἰς Ἰούκην ἐκ Καρχηδόνος, κατατείνειν φασίν, ἀλίμενόν τε παντελῶς οὖσαν καὶ τοῖς ἀνέμοις ὅθεν ἂν ἐπιπνεύσαιεν ἐκκειμένην;
15.9
τεῖχος δὲ οὐδὲν ἐς πᾶσαν Λιβύην ὅτι μὴ τὸ Καρχηδόνος ἀπολέλειπται,
15.10
τοῦτο Γιζερίχου βουλεύσαντος. προσθείη δὲ ἄν τις ὡς καὶ τούτῳ τῷ χωρίῳ ὕδωρ τὸ παράπαν ἐνδεῖν λέγουσι. φέρε γάρ, εἰ δοκεῖ, καί τι τῶν ἐναντίων ὑποθέμενοι τὴν διάγνωσιν ποιησώμεθα.
15.11
τοὺς γὰρ ἐς ἀγῶνας καθισταμένους μηδὲν προσδοκᾶν δύσκολον οὔτε ἀνθρώπινον οὔτε τῆς τῶν πραγμάτων φύσεως ἄξιον.
15.12
ἢν οὖν ἀποβεβηκότων ἡμῶν εἰς τὴν ἤπειρον χειμὼν ἐπιπέσοι, οὐκ ἀνάγκη δυοῖν θάτερον ταῖς ναυσὶ ξυμβῆναι, ἢ ὡς ἀπωτάτω διαφυγεῖν, ἢ ἐπὶ τῆς ἀκτῆς ἀπολωλέναι ταύτης;
15.13
εἶτα τίς ἡμῖν τῶν ἀναγκαίων γενήσεται πόρος; μηδεὶς ἐς ἐμὲ βλεπέτω τὸν τῆς δαπάνης χορηγὸν ἔπαρχον. ἀρχὴν γὰρ πᾶσαν τῆς ὑπουργίας ἐστερημένην ἐπάναγκες ἐς ὄνομά τε καὶ πρόσωπον ἰδιώτου ἀποκεκρίσθαι.
15.14
ποῦ δὲ ἡμῖν τῶν ὅπλων τὰ περιττὰ καταθεμένοις ἢ ἄλλο τι τῶν ἀναγκαίων δέχεσθαι δεήσει προσιόντα τὸν βάρβαρον; ἀλλὰ ταῦτα μὲν οὐδὲ λέγειν καλὸν ὅπη ἐκβήσεται.
15.15
ἐγὼ δὲ ἡγοῦμαι χρῆναι ἡμᾶς εὐθὺ Καρχηδόνος ἰέναι. λιμένα γὰρ οὐ πλεῖον ἢ τεσσαράκοντα σταδίους αὐτῆς διέχοντα εἶναί φασιν, ὃν δὴ Στάγνον καλοῦσιν, ἀφύλακτόν τε παντάπασιν ὄντα καὶ πρὸς τὸν ἅπαντα στόλον ἱκανῶς πεφυκότα. ὅθεν δὴ ὁρμωμένοις ἡμῖν τὸν πόλεμον διενεγκεῖν οὐ χαλεπὸν ἔσται.