Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

15.1 Ἐπεὶ δὲ τῆς ἠιόνος ἀγχοῦ ἐγένοντο, τά τε ἱστία κατατίθεσθαι ὁ στρατηγὸς ἐκέλευε καὶ ἀγκύρας ἀπὸ τῶν νεῶν ἀπορριψαμένους ἀνακωχεύειν, τούς τε ἄρχοντας συγκαλέσας ἐς τὴν αὑτοῦ ναῦν ξύμπαντας βουλὴν ὑπὲρ τῆς ἀποβάσεως προὔθηκεν.
15.2 ἔνθα δὴ ἄλλοι τε λόγοι πολλοὶ ἐλέχθησαν ἐφ’ ἑκάτερα φέροντες καὶ παρελθὼν Ἀρχέλαος ἔλεξε τοιάδε· “Τοῦ μὲν στρατηγοῦ τὴν ἀρετὴν ἄγαμαι, ὃς καὶ γνώμῃ παρὰ πολὺ νικῶν ξύμπαντας καὶ τῆς ἐμπειρίας ἐπὶ πλεῖστον ἥκων, ἔχων τε τὸ κράτος αὐτός, ἐς μέσον μὲν τὴν βουλὴν προὔθηκε, κελεύει δὲ λέγειν ἡμῶν ἕκαστον, ὥστε ὅπη ἂν ἄριστα ἔχειν δοκῇ ἑλέσθαι ἡμῖν δυνατοῖς εἶναι, παρὸν αὐτῷ γνῶναί τε μόνῳ τὰ δέοντα καὶ κατ’ ἐξουσίαν ἐξηγεῖσθαι ᾗ βούλοιτο.
15.3 ὑμῶν δέ, ὦ ἄνδρες ἄρχοντες ʽοὐκ οἶδα ὅπως ἂν εἴποιμι εὐπετῶσ̓, θαυμάσειεν ἄν τις ὅτι μὴ πρῶτος αὐτὸς ἕκαστος πρὸς τὴν ἀπόβασιν ἀπειπεῖν ἔσπευσε.
15.4 καίτοι ἐπίσταμαι ὡς τὸ εἰσηγεῖσθαί τι τοῖς ἐς κίνδυνον καθισταμένοις ὄνησιν μὲν τῷ παραινέσαντι οὐδεμίαν ἰδίᾳ φέρει, ἐς αἰτίαν δὲ ὡς τὰ πολλὰ περιίσταται.
15.5 οἱ γὰρ ἄνθρωποι καλῶς μὲν φερόμενοι εἰς τὴν ἰδίαν γνώμην ἢ τύχην ἀναφέρουσι τὰ πρασσόμενα, σφαλέντες δὲ τὸν παραινέσαντα αἰτιῶνται μόνον.
15.6 εἰρήσεται δὲ ὅμως. αἰτίαν γὰρ ὑποστείλασθαι τοὺς περὶ σωτηρίας βουλευομένους οὐχ ὅσιον.
15.7 βουλεύεσθε ἐς τὴν πολεμίαν ἀποβαίνειν, ἄνδρες ἄρχοντες· τίνι λιμένι παρακαταθέσθαι τὰς ναῦς ἐννοοῦντες; ἢ τίνος πόλεως τείχει τὸ ἐχυρὸν ὑπὲρ ὑμῶν αὐτῶν ἕξοντες;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi