Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

2.16 παρήγγελλε δὲ ὥστε, ἐπειδὰν ἐν ταῖς ἐκείνων οἰκίαις τάχιστα γένωνται, πρᾳότητα πολλὴν καὶ σωφροσύνην ἐνδεικνυμένους ἅπαντα προθύμως ὑπηρετεῖν, ἅπερ ἂν αὐτοῖς πρὸς τῶν κεκτημένων ἐπικείμενα ᾖ·
2.17 ἔπειτα οὐ πολλῷ ὕστερον καὶ ἐν ἡμέρᾳ τακτῇ ἀμφὶ ἡμέραν μάλιστα μέσην, ἁπάντων ἤδη τῶν αὐτοὺς ληψομένων ὕπνον, ὡς τὸ εἰκός, μετὰ τὰ σιτία αἱρουμένων, ἐν πύλῃ ἅπαντας τῇ Σαλαρίᾳ καλουμένῃ γενέσθαι, καὶ τούς τε φύλακας οὐδὲν προαισθομένους ἐξ ἐπιδρομῆς κτεῖναι τάς τε πύλας ἀνοιγνύναι ὡς τάχιστα.
2.18 ταῦτα ἐπαγγείλας Ἀλάριχος τοῖς νεανίαις, πρέσβεις αὐτίκα πρὸς τοὺς ἐκ βουλῆς ἔπεμψε, δηλῶν ὅτι ἀγασθείη μὲν αὐτοὺς τῆς ἐς τὸν σφῶν βασιλέα εὐνοίας, οὐκέτι δὲ τὸ λοιπὸν ἐνοχλήσει, τῆς τε ἀρετῆς καὶ πίστεως ἕνεκα, ἧς ἐς ἄγαν μεταποιεῖσθαί εἰσιν ἔνδηλοι, ὅπως τε αὐτοῦ μνημεῖα παρ’ ἀνδράσι καλοῖς τε καὶ ἀγαθοῖς σώζοιτο, οἰκέταις τισὶ δωρεῖσθαι βούλοιτο αὐτῶν ἕκαστον.
2.19 ταῦτα σημήνας καὶ τοὺς νεανίας οὐκ ἐς μακρὰν στείλας, συσκευάζεσθαι ἐς τὴν ἄφοδον τοὺς βαρβάρους ἐκέλευε, τούτου τε αἴσθησιν Ῥωμαίοις παρεῖχεν.
2.20 οἳ δὴ τούς τε λόγους ἄσμενοι ἤκουσαν καὶ τὰ δῶρα δεξάμενοι ἐν πολλῇ εὐπαθείᾳ ἐγένοντο, ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.
2.21 οἵ τε γὰρ νέοι τῷ εὐπειθέστεροι τοῖς κεκτημένοις εἶναι τὸ ὕποπτον ἀπεκρούοντο, τοῦ τε στρατοπέδου οἱ μὲν ἤδη ἐξανιστάμενοί τε καὶ διαλύοντες τὴν προσεδρείαν ἐφαίνοντο, οἱ δὲ ὅσον οὔπω ταὐτὸ τοῦτο ποιήσειν ἐπίδοξοι ἦσαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi