Kitap 3
13.24
τοῦτο γὰρ διεσώσατο μόνον ἡ Βελισαρίου γυνὴ τρόπῳ τοιῷδε. ἀμφορέας ἐξ ὑάλου πεποιημένους ὕδατος ἐμπλησαμένη οἰκίσκον τε ἐκ σανίδων ποιήσασα ἐν κοίλῃ νηὶ ἔνθα δὴ τῷ ἡλίῳ ἐσιέναι ἀδύνατα ἦν, ἐνταῦθα ἐς ψάμμον τοὺς ἀμφορέας κατέχωσε, ταύτῃ τε ἀπαθὲς τὸ ὕδωρ διέμεινε. τοῦτο μὲν οὖν οὕτως ἔσχε.
14.1
Βελισάριος δέ, ἐπειδὴ τάχιστα ἐς τὴν νῆσον ἀπέβη, ἀπορούμενός τε ἤσχαλλε καὶ ἔστρεφεν αὐτοῦ τὴν διάνοιαν τὸ μὴ εἰδέναι ἐπὶ τίνας ποτὲ ἀνθρώπων τοὺς Βανδίλους ἴοι, ἢ ὁποίους ποτὲ τὰ πολέμια, μηδὲ ὅτῳ τρόπῳ ἢ ὁπόθεν ποτὲ σφίσιν ὁρμωμένοις πολεμητέα εἴη.
14.2
μάλιστα δὲ αὐτὸν οἱ στρατιῶται ξυνετάρασσον, κατωρρωδηκότες τε τὴν ναυμαχίαν καὶ προλέγειν ἥκιστα αἰσχυνόμενοι ὡς, ἢν μέν τις σφᾶς εἰς τὴν γῆν ἀποβήσειε, πειράσονται ἄνδρες ἀγαθοὶ ἐν τῇ μάχῃ γίγνεσθαι, ἢν δὲ πολέμια πλοῖα ἐπ’ αὐτοὺς ἴοι, ἐς φυγὴν τραπήσονται· οὐ γὰρ οἷοί τέ εἰσι πολεμίοις τε ἀνδράσι καὶ ὕδασι διαμάχεσθαι.
14.3
τούτοις οὖν ἅπασιν ἀπορούμενος Προκόπιον τὸν αὑτοῦ πάρεδρον ἔστελλεν ἐς Συρακούσας, πευσόμενόν τε ἤν τινες τοῖς πολεμίοις ἐνέδραι εἰσὶ προλοχίζουσαι τὸν διάπλουν ἢ ἐν νήσῳ ἢ ἐν ἠπείρῳ, καὶ ὅπη μὲν τῆς Λιβύης προσορμίσασθαι σφίσιν ἄμεινον ἂν εἴη, ὁπόθεν δὲ ὁρμωμένοις τὸν πόλεμον πρὸς Βανδίλους διενεγκεῖν ξυνοίσει.
14.4
ἐπὰν δὲ τὰ ἐντεταλμένα ποιοίη, ἐπανήκοντά οἱ ἐκέλευεν ἐς Καύκανα τὸ χωρίον ξυμμῖξαι, διακοσίοις μάλιστα σταδίοις Συρακουσῶν διέχον, οὗ δὴ αὐτός τε καὶ ὁ ξύμπας στόλος ὁρμίσασθαι ἔμελλε.