Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

13.2 ᾔδει γὰρ ὡς ἐν μεγάλῳ στόλῳ, ἄλλως τε καὶ ἢν τραχεῖς σφίσιν ἄνεμοι ἐπιπέσοιεν, ἐπάναγκες ἀπολείπεσθαί τε τῶν νεῶν πολλὰς καὶ σκεδάννυσθαι ἐς τὸ πέλαγος, οὐκ εἰδέναι τε αὐτῶν τοὺς κυβερνήτας ὁποίαις ποτὲ τῶν ἔμπροσθεν ἀναγομένων ἕπεσθαι ἄμεινον.
13.3 λογισάμενος οὖν ἐποίει τάδε. τριῶν νεῶν, ἐν αἷς αὐτός τε καὶ ἡ θεραπεία ἔπλει, τὰ ἱστία ἐκ γωνίας τῆς ἄνω καὶ ἐς τριτημόριον μάλιστα ἔχρισε μίλτῳ, κοντούς τε ὀρθοὺς ἀναστήσας ἐν πρύμνῃ ἑκάστῃ ἀπεκρέμασεν ἀπ’ αὐτῶν λύχνα, ὅπως ἔν τε ἡμέρᾳ καὶ νυκτὶ αἱ τοῦ στρατηγοῦ νῆες ἔκδηλοι εἶεν· αἷς δὴ ἕπεσθαι τοὺς κυβερνήτας ἐκέλευε πάντας.
13.4 οὕτω τε τῶν νεῶν τῶν τριῶν ἡγουμένων παντὶ τῷ στόλῳ τετύχηκεν αὐτῶν οὐδεμίαν ἀπολελεῖφθαι. ὅτε μέντοι ἐκ λιμένος ἀπαίρειν μέλλοιεν, ἐσήμαινον αὐτοῖς αἱ σάλπιγγες τοῦτο.
13.5 Ἐκ δὲ Ἀβύδου ἀναχθεῖσιν αὐτοῖς ἄνεμοι σκληροὶ ἐπιπεσόντες ἤγαγον εἰς τὸ Σίγειον. αὖθίς τε νηνεμίᾳ χρησάμενοι σχολαίτεροι ἐς Μαλέαν ἦλθον, ἔνθα δὴ αὐτοῖς ἡ νηνεμία ξυνήνεγκεν ἐς τὰ μάλιστα.
13.6 ἅτε γὰρ ἐν στόλῳ μεγάλῳ καὶ ναυσὶν ὑπερμεγέθεσι, νυκτὸς ἐπιγενομένης, ἡ στενοχωρία ξυνετάραξέ τε ἅπαντα καὶ ἐς ἔσχατον κινδύνου ἤνεγκεν.
13.7 ἐνταῦθα οἵ τε κυβερνῆται καὶ οἱ ἄλλοι ναῦται ἀρετὴν ἐπεδείξαντο, βοῇ τε καὶ πατάγῳ πολλῷ χρώμενοι καὶ τοῖς κοντοῖς διωθούμενοι, ἐμπείρως τε ἀπ’ ἀλλήλων τὰς διαστάσεις ποιούμενοι, ὥστε εἰ καὶ πνεῦμα ἐπίφορον ἢ καὶ ἀπ’ ἐναντίας αὐτοῖς ἐπεγένετο, μόλις ἂν οἱ ναῦταί μοι δοκεῖ σφᾶς τε αὐτοὺς καὶ τὰς ναῦς διεσώσαντο.
13.8 νῦν δὲ οὕτως ὥσπερ εἴρηται διαφυγόντες Ταινάρῳ προσέμιξαν, ἣ νῦν Καινούπολις ἐπικαλεῖται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi