Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

12.10 καὶ ἐπειδὴ οἵ τε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόν τε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐδ’ ἐπὶ τῷ ὑπεύθυνοι εἶναι Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν ʽτὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεισ̓, ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούς τε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε·
12.11 “Εἰ μὲν πρὸς ἄνδρας νῦν πρῶτον εἰς πόλεμον καθισταμένους οἱ λόγοι ἐγίνοντο, μακροῦ ἄν μοι ἐδέησε χρόνου λέξαντα πεῖσαι ὑμᾶς ἡλίκον ἐστὶν ἐφόδιον εἰς τροπαίου κτῆσιν τὸ δίκαιον.
12.12 οἱ γὰρ οὐκ ἐξεπιστάμενοι τὰς τῶν τοιούτων ἀγώνων τύχας ἐν ταῖς χερσὶ μόναις οἴονται εἶναι τὸ τοῦ πολέμου πέρας.
12.13 ὑμεῖς δέ, οἳ πολλάκις μὲν νενικήκατε πολεμίους οὔτε τοῖς σώμασιν ἐλασσουμένους καὶ πρὸς ἀνδρίαν ἱκανῶς πεφυκότας, πολλάκις δὲ τῶν ἐναντίων ἐν πείρᾳ γεγένησθε, οὐκ ἀγνοεῖτε, οἶμαι, ὡς μάχονται μὲν ἐξ ἑκατέρας ἀεὶ στρατιᾶς ἄνθρωποι, βραβεύει δὲ ὁ θεὸς ὅπως ποτὲ αὐτῷ δοκεῖ καὶ τὸ τοῦ πολέμου δίδωσι κράτος.
12.14 ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, τήν τε τοῦ σώματος εὐεξίαν καὶ τὴν ἐν τοῖς ὅπλοις ἐπιμέλειαν καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευὴν περὶ ἐλάσσονος προσήκει τοῦ τε δικαίου καὶ τῶν εἰς θεὸν ἡκόντων ποιεῖσθαι.
12.15 τὸ γὰρ μάλιστα ξυνενεγκεῖν τοῖς δεομένοις δυνάμενον μᾶλλον ἂν εἰκότως πρὸς ἐκείνων τιμῷτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi