Kitap 3
11.29
πρὸς γὰρ δὴ τῷ οἰωνῷ καὶ ἀρὰν ἐς αὐτοὺς ἥκειν ἐκ βασιλέως οὔτι ἑκόντος, ὥστε μὴ ἀναστρέφειν ὑπώπτευον. καὶ εἰ μέν τις αὐτὰ ἐς τὼ ἄρχοντε τούτω, Βαλεριανόν τε καὶ Μαρτῖνον, ξυμβάλλοιτο, οὐκ ἀληθῆ εὑρήσει τὰ ἐξ ἀρχῆς δόξαντα.
11.30
ἦν δέ τις ἐν τοῖς Μαρτίνου δορυφόροις Στότζας, ὃς δὴ καὶ βασιλεῖ πολέμιος ἔμελλεν ἔσεσθαι καὶ τυραννίδι ἐπιθέσθαι καὶ ἐς Βυζάντιον ἥκιστα ἀναστρέφειν, ἐφ’ ὃν δὴ τὴν ἀρὰν ἐκείνην ὑποπτεύσειεν ἄν τις ξυνενεγκεῖν τὸ δαιμόνιον.
11.31
ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε πη ἄλλῃ ἔχει, ἀφίημι ἑκάστῳ ὅπη ἄν τις βούληται ἐκλογίζεσθαι. ὅπως δὲ ὅ τε στρατηγὸς Βελισάριος καὶ τὸ στράτευμα ἐστάλη, ἐρῶν ἔρχομαι.
12.1
Ἕβδομον ἤδη ἔτος τὴν αὐτοκράτορα ἀρχὴν ἔχων Ἰουστινιανὸς βασιλεὺς ἀμφὶ θερινὰς τροπὰς τὴν στρατηγίδα ἐκέλευσε ναῦν ὁρμίσασθαι ἐς τὴν ἀκτὴν ἣ πρὸ τῆς βασιλέως αὐλῆς τυγχάνει οὖσα.
12.2
ἐνταῦθα Ἐπιφάνιος ἀφικόμενος, ὁ τῆς πόλεως ἀρχιερεύς, εὐξάμενός τε ὅσα εἰκὸς ἦν τῶν τινα στρατιωτῶν ἄρτι βεβαπτισμένον τε καὶ τοῦ Χριστιανῶν ὀνόματος μεταλαχόντα εἰς τὴν ναῦν εἰσεβίβασεν. οὕτω τοίνυν ὅ τε στρατηγὸς Βελισάριος καὶ Ἀντωνίνα ἡ γυνὴ ἔπλεον.
12.3
ξυνῆν δὲ αὐτοῖς καὶ Προκόπιος, ὃς τάδε ξυνέγραψε, πρότερον μὲν καὶ μάλα κατορρωδήσας τὸν κίνδυνον, ὄψιν δὲ ὀνείρου ἰδὼν ὕστερον ἣ αὐτὸν θαρσῆσαί τε ἐποίησε καὶ ἐς τὸ στρατεύεσθαι ὥρμησεν.