Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

11.22 Γελίμερ δὲ Τριπόλεώς τε πρὸς Πουδεντίου καὶ Σαρδοῦς πρὸς Γώδα ἐστερημένος, Τρίπολιν μὲν ἀνασώσασθαι μόλις ἤλπισεν, ἀπωτέρω τε ᾠκημένην καὶ Ῥωμαίων ἤδη τοῖς ἀποστᾶσι ξυλλαμβανόντων, ἐφ’ οὓς δὴ μὴ αὐτίκα στρατεύειν ἔδοξέν οἱ ἄριστα ἔχειν· ἐς δὲ τὴν νῆσον προτερῆσαι ἠπείγετο, πρὶν ἢ καὶ ἐς ταύτην ξυμμαχίαν ἐκ βασιλέως ἥκειν.
11.23 ἀπολέξας οὖν Βανδίλων χιλιάδας πέντε καὶ ναῦς εἴκοσι καὶ ἑκατὸν τὰς ἄριστα πλεούσας στρατηγόν τε ἀποδείξας Τζάζωνα τὸν ἀδελφὸν ἔστελλε.
11.24 καὶ οἱ μὲν ἐπὶ Γώδαν τε καὶ Σαρδὼ θυμῷ τε πολλῷ καὶ σπουδῇ χρώμενοι ἔπλεον, βασιλεὺς δὲ Ἰουστινιανὸς Βαλεριανόν τε καὶ Μαρτῖνον προτέρους ἔστελλεν, ἐφ’ ᾧ προσδέξονται τὴν ἄλλην στρατιὰν ἐς τὰ ἐν Πελοποννήσῳ χωρία.
11.25 καὶ ἐπειδὴ ὲν ταῖς ναυσὶν ἄμφω ἐγενέσθην, ἐνθύμιον βασιλεῖ ἐγένετο ἐντέλλεσθαί τι αὐτοῖν· ὃ καὶ πρότερον ἐθέλοντα λέγειν ἀσχολία τις λόγων ἑτέρων τὴν διάνοιαν περιλαβοῦσα ἐξέκρουσε.
11.26 μεταπεμψάμενος οὖν αὐτὼ λέγειν ἔμελλεν ἃ ἐβούλετο, ἀλλὰ ξυμβαλὼν εὕρισκεν ὡς οὐκ ἂν αὐτοῖν αἴσιον εἴη τὴν πορείαν ἐκκόψαι.
11.27 ἔπεμπεν οὖν τινας ἀπεροῦντας αὐτοῖν μήτε ἀναστρέφειν ἐς αὐτὸν αὖθις μήτε ἐκ τῶν νεῶν ἀποβαίνειν.
11.28 οἱ δέ, ἐπεὶ τῶν νεῶν ἀγχοῦ ἐγένοντο, ἐκέλευον ξὺν βοῇ τε καὶ θορύβῳ πολλῷ μηδαμῶς ἀναστρέφειν, ἔδοξέ τε τοῖς παροῦσιν οἰωνός τε εἶναι οὐκ ἀγαθὸς τὸ γινόμενον καὶ οὔποτε τῶν ἐν ταῖς ναυσὶν ἐκείναις τινὰ ἐκ Λιβύης ἐς Βυζάντιον ἐπανήξειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi