Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

11.12 ὧν δὴ ἡγοῦντο Σιννίων τε καὶ Βάλας, ἀνδρίας τε καὶ καρτερίας ἐς ἄκρον ἥκοντε.
11.13 ναῦς δὲ ἡ σύμπασα στρατιὰ πεντακοσίας ἦγε, καὶ αὐτῶν οὐδεμία πλέον ἢ κατὰ μυριάδας πέντε μεδίμνων φέρειν οἵα τε ἦν, οὐ μὴν οὐδὲ ἔλασσον ἢ κατὰ τρισχιλίους.
11.14 ναῦται δὲ τρισμύριοι ἐπέπλεον ἁπάσαις, Αἰγύπτιοί τε καὶ Ἴωνες οἱ πλεῖστοι καὶ Κίλικες, ἀρχηγός τε εἷς ἐπὶ ταῖς ναυσὶν ἁπάσαις Καλώνυμος Ἀλεξανδρεὺς ἀπεδέδεικτο.
11.15 ἦσαν δὲ αὐτοῖς καὶ πλοῖα μακρά, ὡς ἐς ναυμαχίαν παρεσκευασμένα, ἐνενήκοντα δύο, μονήρη μέντοι καὶ ὀροφὰς ὕπερθεν ἔχοντα, ὅπως οἱ ταῦτα ἐρέσσοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλοιντο.
11.16 δρόμωνας καλοῦσι τὰ πλοῖα ταῦτα οἱ νῦν ἄνθρωποι· πλεῖν γὰρ κατὰ τάχος δύνανται μάλιστα. ἐν τούτοις δὴ Βυζάντιοι δισχίλιοι ἔπλεον, αὐτερέται πάντες· περίνεως γὰρ ἦν ἐν τούτοις οὐδείς.
11.17 ἐστέλλετο δὲ καὶ Ἀρχέλαος, ἀνὴρ ἐς πατρικίους τελῶν, ἤδη μὲν τῆς αὐλῆς ἔπαρχος ἔν τε Βυζαντίῳ καὶ Ἰλλυριοῖς γεγονώς, τότε δὲ τοῦ στρατοπέδου καταστὰς ἔπαρχος· οὕτω γὰρ ὁ τῆς δαπάνης χορηγὸς ὀνομάζεται.
11.18 στρατηγὸν δὲ αὐτοκράτορα ἐφ’ ἅπασι Βελισάριον βασιλεὺς ἔστελλεν, ὃς τῶν ἑῴων αὖθις καταλόγων ἦρχε.
11.19 καὶ αὐτῷ πολλοὶ μὲν δορυφόροι, πολλοὶ δὲ ὑπασπισταὶ εἵποντο, ἄνδρες τε ἀγαθοὶ τὰ πολέμια καὶ τῶν περὶ ταῦτα κινδύνων ἀτεχνῶς ἔμπειροι.
11.20 γράμματά τε αὐτῷ βασιλεὺς ἔγραφε, δρᾶν ἕκαστα ὅπη ἂν αὐτῷ δοκῇ ἄριστα ἔχειν, ταῦτά τε κύρια εἶναι ἅτε αὐτοῦ βασιλέως αὐτὰ διαπεπραγμένου. βασιλέως γὰρ αὐτῷ ῥοπὴν τὰ γράμματα ἐποίει.
11.21 ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. ταῦτα μὲν οὖν ἐγίνετο τῇδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi