Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

10.14 ἐπὶ Καρχηδόνα διανοῇ στρατεύειν, εἰς ἣν κατὰ μὲν τὴν ἤπειρον ἰόντι ὁδὸς τεσσαράκοντα καὶ ἑκατὸν ἡμερῶν ἐστι, πλέοντι δὲ ἀνάγκη τὸ πέλαγος ὅλον ἀμειψαμένῳ πρὸς τὰς ἐσχατιὰς τῆς θαλάσσης ἐλθεῖν. ὥστε τῶν ἐν τῷ στρατοπέδῳ ξυμβησομένων ἐνιαύσιόν σοι δεήσει τὸν ἄγγελον ἥκειν.
10.15 προσθείη δὲ ἄν τις ὡς, ἢν μὲν κρατήσῃς τῶν πολεμίων, Λιβύης μεταποιεῖσθαι οὐκ ἂν δύναιο, τῆς τε Σικελίας καὶ Ἰταλίας ὑφ’ ἑτέροις κειμένης·
10.16 ἢν δέ τι καὶ πταίσῃς, ὦ βασιλεῦ, λελυμένων ἤδη σοι τῶν σπονδῶν, εἰς τὴν ἡμετέραν τὸν κίνδυνον ἄξεις· ξυνελόντι τε εἰπεῖν οὔτε ἀπόνασθαι παρέσται σοι τῆς νίκης καὶ τὸ τῆς τύχης ἐναντίωμα λυμανεῖται τοῖς εὖ καθεστῶσι.
10.17 πρὸ τῶν πραγμάτων τὸ τῆς εὐβουλίας ὄφελός ἐστι. τοῖς μὲν γὰρ ἐπταικόσι τὸ μεταμελεῖσθαι ἀνόνητον, πρὸ δὲ τῶν δεινῶν τὸ μεταμανθάνειν ἀκίνδυνον. οὐκοῦν ξυνοίσει πάντων μάλιστα τὸ τοῖς καιροῖς ἐν δέοντι χρῆσθαι.”
10.18 Ἰωάννης μὲν τοσαῦτα εἶπεν. ἀποδεξάμενος δὲ βασιλεὺς τὴν ἐς τὸν πόλεμον προθυμίαν κατέπαυσε. τῶν δέ τις ἱερέων οὓς δὴ ἐπισκόπους καλοῦσιν, ἐκ τῆς ἑῴας ἥκων ἔφη ἐς λόγους τῷ βασιλεῖ ἐλθεῖν βούλεσθαι.
10.19 καὶ ἐπειδὴ αὐτῷ ξυνέμιξεν, ἔλεγέν οἱ τὸν θεὸν ἐπισκῆψαι ὄναρ γενέσθαι τε ὡς βασιλέα καὶ αὐτὸν αἰτιάσασθαι ὅτι δὴ Χριστιανοὺς τοὺς ἐν Λιβύῃ ῥύεσθαι ἐκ τυράννων ὑποδεξάμενος εἶτα λόγῳ οὐδενὶ κατωρρώδησε·
10.20 “Καίτοι αὐτός,” ἔφη, “οἱ πολεμοῦντι

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi