Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

10.8 οὗτος γὰρ Ἰωάννης, τῶν ἄλλων σιωπῇ τὰς παρούσας ὀδυρομένων τύχας, παρελθὼν ἐς βασιλέα ἔλεξε τοιάδε· “Τὸ πιστόν, ὦ βασιλεῦ, τῆς ἐς τοὺς ὑπηκόους τοὺς σοὺς ὁμιλίας τὴν παρρησίαν ἡμῖν ἀναπετάννυσιν ὅ τι ἂν μέλλοι τῇ πολιτείᾳ τῇ σῇ ξυνοίσειν, ἢν καὶ μὴ πρὸς ἡδονήν σοι τὰ λεγόμενά τε καὶ πρασσόμενα ᾖ.
10.9 οὕτω γάρ σοι κεράννυσι τῷ δικαίῳ τὴν ἐξουσίαν ἡ σύνεσις, ὥστε οὐ τὸν ὑπηρετήσαντα πάντως εὔνουν εἶναι ἡγῇ τοῖς σαυτοῦ πράγμασιν, οὐδὲ τῷ ἀντειπόντι χαλεπῶς ἔχεις, ἀλλὰ μόνῳ τῷ τῆς διανοίας ἀκραιφνεῖ πάντα σταθμώμενος ἀκίνδυνον ἡμῖν ἀπέδειξας πολλάκις τὸ τοῖς σοῖς ἀντιστῆναι βουλεύμασι.
10.10 τούτοις ἠγμένος, ὦ βασιλεῦ, κατέστην εἰς ξυμβουλὴν τήνδε, προσκρούσων μὲν τὸ παραυτίκα ἴσως, ἂν οὕτω τύχῃ, ἐς δὲ τὸ μέλλον τὴν εὔνοιαν τὴν ἐμὴν καταφανῆ δείξων, ταύτης τέ σε μάρτυρα παρεξόμενος.
10.11 ἢν γὰρ ἀπειθῶν τοῖς λεγομένοις ἐξοίσεις ἐς Βανδίλους τὸν πόλεμον, μηκυνομένης σοι τῆς ἀγωνίας τὴν ἐμὴν παραίνεσιν εὐδοκιμῆσαι ξυμβήσεται.
10.12 εἰ μὲν γὰρ ὡς κρατήσεις τῶν πολεμίων τὸ θαρρεῖν ἔχεις, οὐδὲν ἀπεικός σε τά τε σώματα προΐεσθαι καὶ χρημάτων δαπανᾶν πλῆθος, καὶ τοὺς ὑπὲρ τῶν ἀγώνων ὑφίστασθαι πόνους· νίκη γὰρ ἐπιγενομένη πάντα καλύπτει τὰ τοῦ πολέμου πάθη.
10.13 εἰ δὲ ταῦτα μὲν ἐν τοῖς τοῦ θεοῦ γούνασι κεῖται, παραδείγμασι δὲ τῶν προγεγενημένων χρωμένους ἡμᾶς ἀνάγκη δεδιέναι τὸ τοῦ πολέμου πέρας, πῶς οὐχὶ τῶν ἐν τοῖς ἀγῶσι κινδύνων τὸ τὴν ἡσυχίαν ἀγαπᾶν ἄμεινον;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi