Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

8.8 ἀδελφός τε αὐτοῦ Τρασαμοῦνδος παρέλαβε τὴν βασιλείαν, εἴδους τε καὶ ξυνέσεως ἐς τὰ μάλιστα καὶ μεγαλοψυχίας εὖ ἥκων.
8.9 τοὺς μέντοι Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πάτριον δόξαν, οὐκ αἰκιζόμενος τὰ σώματα ὥσπερ οἱ πρότεροι, ἀλλὰ τιμαῖς τε καὶ ἀρχαῖς μετιὼν καὶ χρήμασι μεγάλοις δωρούμενος, καὶ τοὺς ἀπειθοῦντας, ὁποῖοί ποτε εἶεν, ἥκιστά γε εἰδέναι ποιούμενος.
8.10 εἰ δέ τινας λάβοι μεγάλοις ἁμαρτήμασιν ἐνόχους ἢ γνώμῃ γεγενημένους, τούτοις δὴ μεταβαλλομένοις τὴν δόξαν μισθὸν προὐτίθει μὴ δοῦναι τὴν δίκην ὧν ἥμαρτον.
8.11 ἐπειδὴ δὲ ἡ γυνὴ ἐτελεύτα, οὐ γενομένη μήτηρ οὔτε ἄρσενος οὔτε θήλεος γόνου, κρατῦναι ὡς ἄριστα τὴν βασιλείαν βουλόμενος, ἐς Θευδέριχον τὸν Γότθων βασιλέα πέμψας ᾔτει οἱ γυναῖκα τὴν ἀδελφὴν Ἀμαλαφρίδαν διδόναι, ἧς δὴ ἄρτι ὁ ἀνὴρ ἐτεθνήκει.
8.12 ὁ δέ οἱ καὶ τὴν ἀδελφὴν ἔπεμψε καὶ Γότθων δοκίμων χιλίους ἐν δορυφόρων λόγῳ, οἷς δὴ ὅμιλος θεραπείας εἵπετο ἐς πέντε μάλιστα χιλιάδας ἀνδρῶν μαχίμων.
8.13 ἐδωρήσατο δὲ τὴν ἀδελφὴν Θευδέριχος καὶ τῶν Σικελίας ἀκρωτηρίων τριῶν ὄντων ἑνί, ὃ δὴ καλοῦσι Λιλύβαιον, καὶ ἀπ’ αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων δὴ τῶν ἐν Βανδίλοις ἡγησαμένων κρείσσων τε εἶναι καὶ δυνατώτατος.
8.14 ἐγένετο δὲ φίλος καὶ Ἀναστασίῳ βασιλεῖ ἐς τὰ μάλιστα. ἐπὶ τούτου βασιλεύοντος ξυνέπεσε Βανδίλοις πάθος τι παθεῖν πρὸς Μαυρουσίων οἷον οὔπω πρὸ τοῦ ξυνηνέχθη γενέσθαι.
8.15 Καβάων ἦν τις ἄρχων τῶν ἀμφὶ Τρίπολιν Μαυρουσίων, πολέμων τε πολλῶν ἔμπειρος καὶ λίαν ἀγχίνους. οὗτος ὁ Καβάων ἐπειδὴ ἐπ’ αὐτὸν στρατεύεσθαι Βανδίλους ἐπύθετο, ἐποίει τοιάδε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi