Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

8.2 δέει γὰρ τῷ ἐκ Γιζερίχου ἡσυχάζοντες πρὸ τοῦ οἱ Μαυρούσιοι, ἐπειδὴ τάχιστα ἐκποδὼν αὐτοῖς ἐκεῖνος ἐγεγόνει, ἔδρασάν τε πολλὰ τοὺς Βανδίλους κακὰ καὶ αὐτοὶ ἔπαθον.
8.3 γέγονε δὲ Ὁνώριχος ἐς τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ὠμότατός τε καὶ ἀδικώτατος ἀνθρώπων ἁπάντων.
8.4 βιαζόμενος γὰρ αὐτοὺς ἐς τὴν Ἀρειανῶν μετατίθεσθαι δόξαν, ὅσους ἂν λάβοι οὐχ ἑτοίμως αὐτῷ εἴκοντας, ἔκαιέ τε καὶ ἄλλαις θανάτου ἰδέαις διέφθειρε, πολλῶν δὲ καὶ τὰς γλώσσας ἀπέτεμεν ἀπ’ αὐτῆς φάρυγγος, οἳ ἔτι καὶ ἐς ἐμὲ περιόντες ἐν Βυζαντίῳ ἐχρῶντο ἀκραιφνεῖ τῇ φωνῇ, οὐδ’ ὁπωστιοῦν ταύτης δὴ τῆς τιμωρίας ἐπαισθανόμενοι· ὧν δὴ δύο, ἐπειδὴ γυναιξὶν ἑταίραις πλησιάζειν ἔγνωσαν,
8.5 οὐκέτι φθέγγεσθαι τὸ λοιπὸν ἴσχυσαν. ἔτη τε ὀκτὼ Βανδίλων ἄρξας ἐτελεύτησε νόσῳ, Μαυρουσίων ἤδη τῶν ἐν τῷ Αὐρασίῳ ὄρει ᾠκημένων ἀποστάντων τε ἀπὸ Βανδίλων καὶ αὐτονόμων ὄντων ʽἔστι δὲ τὸ Αὐράσιον ἐν Νουμιδίᾳ τριῶν καὶ δέκα ἡμερῶν ὁδὸν μάλιστα Καρχηδόνος διέχον, τετραμμένον τε πρὸς μεσημβρίαν̓, οἳ οὐκέτι ὑπὸ Βανδίλοις ἐγένοντο, οὐ δυναμένων Βανδίλων ἐν ὄρει δυσόδῳ τε καὶ ἀνάντει λίαν πόλεμον πρὸς Μαυρουσίους διενεγκεῖν.
8.6 Τελευτήσαντος δὲ Ὁνωρίχου τὸ τῶν Βανδίλων κράτος ἐς Γουνδαμοῦνδον ἦλθε τὸν Γένζωνος τοῦ Γιζερίχου. ἐς αὐτὸν γὰρ ὁ χρόνος ἔφερε τὰ πρωτεῖα τοῦ Γιζερίχου γένους.
8.7 οὗτος ὁ Γουνδαμοῦνδος πλείοσι μὲν πρὸς Μαυρουσίους ἐμαχέσατο ξυμβολαῖς, μείζοσι δὲ τοὺς Χριστιανοὺς ὑπαγαγὼν πάθεσιν ἐτελεύτησε νοσήσας, ἤδη που μεσοῦντος τοῦ δωδεκάτου τῆς ἀρχῆς ἔτους.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi