Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

7.18 Ἐν δὲ Βυζαντίῳ ὁ Βασιλίσκος ʽοὐ γὰρ ἔτι οἷός τε ἦν τὸν ἔρωτα τῆς βασιλείας βιάζεσθαἰ τυραννίδι ἐπιθέμενος ἐκράτησεν οὐδενὶ πόνῳ, Ζήνωνος ὁμοῦ τῇ γυναικὶ ἐς τὴν Ἰσαυρίαν, ἀφ’ ἧς δὴ ὡρμᾶτο, διαφυγόντος.
7.19 ἔχοντι δὲ αὐτῷ τὴν τυραννίδα ἐνιαυτόν τε καὶ μῆνας ὀκτὼ οἵ τε ἄλλοι ὡς εἰπεῖν ξύμπαντες καὶ οἱ τῆς αὐλῆς στρατιῶται διὰ φιλοχρηματίας μέγεθος ἤχθοντο.
7.20 ὧν δὴ Ζήνων αἰσθόμενος στρατιάν τε ἀγείρας ἐπ’ αὐτὸν ᾔει. Βασιλίσκος δὲ στρατόν τε καὶ στρατηγὸν Ἁρμάτον ὡς ἀντιταξόμενος Ζήνωνι ἔπεμψεν.
7.21 ὡς δὲ πλησίον που ἀλλήλοις ἐστρατοπεδεύσαντο, παραδίδωσιν Ἁρμάτος Ζήνωνι τὸ αὑτοῦ στράτευμα, ἐφ’ ᾧ Βασιλίσκον τὸν αὐτοῦ υἱόν, κομιδῆ ὄντα παῖδα νέον, Καίσαρά τε καταστήσεσθαι καὶ τελευτῶντι διάδοχον τῆς βασιλείας ἀπολιπεῖν.
7.22 Βασιλίσκος δὲ πάντων ἔρημος γεγονὼς ἐς τὸ ἱερὸν καταφεύγει οὗπερ καὶ πρότερον. καὶ αὐτὸν Ἀκάκιος, ὁ τῆς πόλεως ἱερεύς, Ζήνωνι ἐνεχείρισεν, ἀσέβειάν τε αὐτῷ ἐπενεγκὼν καὶ ὡς πολλὰ τοῦ Χριστιανῶν δόγματος ξυνετάραξέ τε καὶ ἐνεόχμωσεν, ἐς τὴν Εὐτυχοῦς αἵρεσιν ἀποκλίνας. καὶ ἦν δὲ οὕτως.
7.23 Ζήνων δὲ αὖθις τὴν βασιλείαν παραλαβὼν καὶ τὴν ἐς Ἁρμάτον πίστιν ἀφοσιούμενος Βασιλίσκον τὸν αὐτοῦ παῖδα Καίσαρα καταστησάμενος, οὐ πολλῷ ὕστερον αὐτόν τε ἀφείλετο τὴν τιμὴν καὶ Ἁρμάτον ἔκτεινε.
7.24 Βασιλίσκον δὲ ὁμοῦ τοῖς τε παισὶ καὶ τῇ γυναικὶ πέμψας ἐς Καππαδοκίαν χειμῶνος ὥρᾳ σιτίων τε καὶ ἱματίων καὶ τῆς ἄλλης ἐπιμελείας ἐρήμους ἐκέλευσεν εἶναι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi