Kitap 3
7.10
ἐνταῦθά φασι τὰ ὅπλα κινηθέντα ἐκ τοῦ αὐτομάτου πάταγον οὐ μέτριον οὐδὲ τὸν τυχόντα ἀφεῖναι, καὶ τότε μὲν τῷ Γιζερίχῳ σεισμόν τινα γεγονέναι δοκεῖν, ἔξω δὲ γενομένῳ ἀμφί τε τῷ σεισμῷ ἀναπυνθανομένῳ, ἐπεί οἱ τῶν ἄλλων οὐδεὶς ὡμολόγει, θαῦμα μὲν ἐπιπεσεῖν μέγα, οὐ μέντοι ξυμβαλεῖν τὸ γεγονὸς οἵῳ τε εἶναι.
7.11
ὁ μὲν οὖν Μαϊορῖνος διαπεπραγμένος ἅπερ ἐβούλετο ἐπὶ Λιγουρίας ἀπεκομίσθη, καὶ τῷ στρατῷ πεζῇ βαδίζοντι ἐξηγούμενος ἐπὶ στήλας τὰς Ἡρακλείους ᾔει, διαβαίνειν μὲν διανοούμενος τὸν ἐκείνῃ πορθμόν, ὁδῷ δὲ τὸ λοιπὸν ἐπὶ Καρχηδόνα ἐνθένδε ἰέναι.
7.12
ὧνπερ ὁ Γιζέριχος αἰσθόμενος καὶ ὅτι δὴ πρὸς Μαϊορίνου ἐν τῇ πρεσβείᾳ φενακισθείη, ἔς τε ὀρρωδίαν ἐμπέπτωκε καὶ τὰ ἐς τὸν πόλεμον ἐξηρτύετο.
7.13
οἵ τε Ῥωμαῖοι τεκμηριούμενοι τῇ Μαϊορίνου ἀρετῇ εὐέλπιδες ἤδη ἐγένοντο Λιβύην τῇ ἀρχῇ ἀνασώσασθαι.
7.14
ἀλλὰ μεταξὺ νόσῳ δυσεντερίας ἁλοὺς ὁ Μαϊορῖνος διαφθείρεται, ἀνὴρ τὰ μὲν εἰς τοὺς ὑπηκόους μέτριος γεγονώς, φοβερὸς δὲ τὰ ἐς τοὺς πολεμίους.
7.15
καὶ Νέπως δὲ τὴν βασιλείαν παραλαβὼν ὀλίγας τε ἡμέρας ἐπιβιοὺς ἐτελεύτησε νόσῳ, καὶ Γλυκέριος μετ’ αὐτὸν ἐς ταύτην δὴ προελθὼν τὴν ἀρχὴν τύχην τὴν ὁμοίαν ἀνέπλησε. μεθ’ ὃν δὴ Αὔγουστος τὴν αὐτοκράτορα ἀρχὴν ἔλαβε.
7.16
βασιλεῖς μέντοι καὶ ἄλλοι πρότερον ἐν τῇ ἑσπερίᾳ γεγόνασιν, ὧνπερ τὰ ὀνόματα ἐξεπιστάμενος ὡς ἥκιστα ἐπιμνήσομαι.
7.17
χρόνον τε γὰρ αὐτοῖς τῇ ἀρχῇ ὀλίγον τινὰ ἐπιβιῶναι καὶ ἀπ’ αὐτοῦ λόγου ἄξιον οὐδὲν πεπραχέναι ξυνέπεσε. ταῦτα μὲν ἐν τῇ ἑσπερίᾳ ἐγένετο.