Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

1.14 Ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν· τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν· ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε·
1.15 τοσαύτη γὰρ ἡ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλεους στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον.
1.16 βασιλεὺς δὲ ὁ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, ἣ πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί.
1.17 μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι.
1.18 τῶν δὲ δὴ νήσων Βρεττανία μέν, ἡ ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκός, ἐτάττετο μοίρας· ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ’ αὐτὴν ἕτεραι, Μαϊορίκα τε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι.
1.19 τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.
2.1 Ὁνωρίου δὲ τὴν πρὸς ἡλίου δυσμαῖς ἔχοντος βασιλείαν βάρβαροι τὴν ἐκείνου κατέλαβον χώραν· οἵτινες δὲ καὶ ὅτῳ τρόπῳ, λελέξεται.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi