Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

6.10 Βασιλίσκος δὲ τῷ παντὶ στόλῳ ἐς πόλισμα κατέπλευσε, Καρχηδόνος διέχον οὐχ ἧσσον ἢ ὀγδοήκοντά τε καὶ διακοσίοις σταδίοις ʽἙρμοῦ δὲ νεὼς ἐνταῦθα ἐκ παλαιοῦ ἐτύγχανεν ὤν, ἀφ’ οὗ δὴ καὶ Μερκούριον ὁ τόπος ἐκλήθη· οὕτω γὰρ τὸν Ἑρμῆν καλοῦσι Ῥωμαῖοἰ, καὶ εἰ μὴ ἐθελοκακήσας ἐμέλλησεν, ἀλλ’ εὐθὺ ἐπεχείρησε Καρχηδόνος ἰέναι, αὐτήν τε ἂν αὐτοβοεὶ εἷλε καὶ Βανδίλους ἐς οὐδεμίαν ἀλκὴν τραπομένους κατεδουλώσατο·
6.11 οὕτω Γιζέριχος Λέοντα ὡς ἄμαχον βασιλέα κατωρρώδησεν, ἐπεί οἱ Σαρδώ τε καὶ Τρίπολις ἁλοῦσαι ἠγγέλλοντο καὶ τὸν Βασιλίσκου στόλον ἑώρα οἷος οὐδείς πω ἐλέγετο Ῥωμαίοις πρότερον γεγενῆσθαι. νῦν δὲ τοῦτο ἐκώλυσεν ἡ τοῦ στρατηγοῦ μέλλησις, εἴτε κακότητι εἴτε προδοσίᾳ προσγενομένη.
6.12 Γιζέριχος δὲ τῆς Βασιλίσκου ὀλιγωρίας ἀπολαύων ἐποίει τάδε. ὁπλίσας ἅπαντας ὡς ἄριστα εἶχε τοὺς ὑπηκόους ἐπλήρου τὰς ναῦς, ἄλλας τε κενὰς ἀνδρῶν καὶ ὡς τάχιστα πλεούσας ἐν παρασκευῇ εἶχε.
6.13 πέμψας δὲ πρέσβεις ὡς Βασιλίσκον ἐδεῖτο τὸν πόλεμον ἐς πέντε ἡμερῶν ὑπερβαλέσθαι χρόνον, ὅπως μεταξὺ βουλευσάμενος ἐκεῖνα ποιοίη ἃ δὴ μάλιστα βασιλεῖ βουλομένῳ εἴη.
6.14 λέγουσι δὲ αὐτὸν καὶ χρυσίου πολύ τι χρῆμα κρύφα τῆς Βασιλίσκου στρατιᾶς πέμψαντα ταύτην δὴ τὴν ἐκεχειρίαν ὠνήσασθαι.
6.15 ἔπρασσε δὲ ταῦτα οἰόμενος, ὅπερ ἐγένετο, πνεῦμα ἐπίφορον ἐν τούτῳ οἱ τῷ χρόνῳ γενήσεσθαι.
6.16 Βασιλίσκος δὲ ἢ Ἄσπαρι καθάπερ ὑπέστη χαριζόμενος ἢ τὸν καιρὸν χρημάτων ἀποδιδόμενος, ἢ καὶ βέλτιον αὐτῷ ἐνομίσθη, ἐποίει τε τὰ αἰτούμενα καὶ ἡσύχαζεν ἐν τῷ στρατοπέδῳ, τὴν εὐκαιρίαν προσδεχόμενος τῶν πολεμίων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi