Kitap 3
4.28
ὅτε δὴ καὶ Ῥωμαίων τις ἔπος εἰπὼν ηὐδοκίμησεν. ἐρομένου γὰρ αὐτὸν βασιλέως εἴ οἱ καλῶς ὁ τοῦ Ἀετίου θάνατος ἐργασθείη, ἀπεκρίνατο λέγων οὐκ ἔχειν μὲν εἰδέναι τοῦτο εἴτε εὖ εἴτε πη ἄλλῃ αὐτῷ εἴργασται, ἐκεῖνο μέντοι ὡς ἄριστα ἐξεπίστασθαι, ὅτι αὑτοῦ τὴν δεξιὰν τῇ ἑτέρᾳ χειρὶ ἀποτεμὼν εἴη.
4.29
Ἀετίου γοῦν τελευτήσαντος Ἀττίλας, οὐδενός οἱ ἀντιπάλου ὄντος, Εὐρώπην τε ξύμπασαν πόνῳ οὐδενὶ ἐληίζετο καὶ βασιλείαν ἑκατέραν ἐπακούουσαν ἐς φόρου ἀπαγωγὴν ἔσχε. δασμοὶ γὰρ αὐτῷ πρὸς τῶν βασιλέων ἐπέμποντο ἀνὰ πᾶν ἔτος.
4.30
τότε τῷ Ἀττίλᾳ πόλιν Ἀκυληίαν πολιορκοῦντι μεγάλην τε καὶ ἀτεχνῶς πολυάνθρωπον, παραλίαν μέν, ἐκτὸς δὲ κόλπου τοῦ Ἰονίου οὖσαν,
4.31
τοιόνδε φασὶν εὐτύχημα ξυνενεχθῆναι. λέγουσι γὰρ αὐτόν, ἐπειδὴ οὔτε βίᾳ οὔτε τῳ ἄλλῳ τρόπῳ οἷός τε ἦν τὸ χωρίον ἑλεῖν, πρός τε τὴν προσεδρείαν ἀπειπεῖν, ἤδη ἐπὶ μακρότατον γεγενημένην, καὶ ἅπαν κελεῦσαι τὸ στράτευμα τὰ ἐς τὴν ἀναχώρησιν ἐν παρασκευῇ αὐτίκα δὴ μάλα ποιήσασθαι, ὅπως δὴ τῇ ὑστεραίᾳ ἐνθένδε ἅπαντες ἐξανιστῶνται ἅμα ἡλίῳ ἀνίσχοντι.
4.32
ἡμέρᾳ δὲ τῇ ἐπιγινομένῃ ἀμφὶ ἡλίου ἀνατολὰς λύσαντας μὲν τὴν προσεδρείαν τοὺς βαρβάρους τῆς ἀφόδου ἔχεσθαι ἤδη, ἕνα δὲ πελαργὸν ἐπὶ πύργου τινὸς τοῦ τῆς πόλεως περιβόλου καλιάν τε ἔχοντα καὶ νεοττοὺς τρέφοντα ἐνθένδε ἐκ τοῦ αἰφνιδίου ξὺν τοῖς τέκνοις ἐξαναστῆναι.
4.33
καὶ τὸν μὲν πατέρα πελαργὸν ἵπτασθαι, τοὺς δὲ πελαργιδεῖς, ἅτε οὔπω ἐκπετησίμους παντάπασιν ὄντας, τὰ μὲν αὐτῷ μετέχειν τῆς πτήσεως, τὰ δὲ ἐπὶ τοῦ νώτου τοῦ πατρὸς φέρεσθαι, οὕτω τε ἀποπτάντας τῆς πόλεως ἑκαστάτω γενέσθαι.