Kitap 3
4.13
δείσας γάρ, ἢν καὶ αὖθις ἔκ τε Ῥώμης καὶ Βυζαντίου στρατὸς ἐπ’ αὐτὸν ἴοι, μὴ οὐχ οἷοί τε ὦσιν οἱ Βανδίλοι τῇ τε ῥώμῃ καὶ τῇ τύχῃ ὁμοίᾳ χρῆσθαι, ἐπεὶ τὰ ἀνθρώπεια τοῖς τε θείοις σφάλλεσθαι καὶ τοῖς σώμασι φιλεῖ ἐλασσοῦσθαι, οὐχ οἷς εὐημέρησεν ἐπηρμένος, ἀλλ’ οἷς ἔδεισε μέτριος γεγονώς, σπονδὰς πρὸς βασιλέα Βαλεντινιανὸν ποιεῖται ἐφ’ ᾧ ἐς ἕκαστον ἔτος δασμοὺς ἐκ Λιβύης βασιλεῖ φέρειν, ἕνα τε τῶν παίδων Ὁνώριχον ἐν ὁμήρου μοίρᾳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ παρέδωκε.
4.14
Γιζέριχος μὲν οὖν ἔν τε τῇ μάχῃ ἐγένετο ἀνὴρ ἀγαθὸς καὶ τὴν νίκην ὡς ἀσφαλέστατα διεφύλαξε καὶ Ὁνώριχον τὸν παῖδα τῆς φιλίας αὐτοῖς ἐπὶ μέγα χωρούσης ἀπέλαβεν.
4.15
ἐν δὲ δὴ Ῥώμῃ Πλακιδία μὲν πρότερον ἐτελεύτα, ἔπειτα δὲ Βαλεντινιανὸς ὁ ταύτης υἱός, ἄπαις ἀρσενογόνου, θυγατέρε μέντοι αὐτῷ δύο ἐξ Εὐδοξίας τῆς Θεοδοσίου παιδὸς ἐγενέσθην. ὅτῳ δὲ τρόπῳ Βαλεντινιανὸς ἐτελεύτα, λέξων ἔρχομαι.
4.16
Μάξιμός τις ἦν ἐκ γερουσίας ἀνὴρ Ῥωμαῖος, ἐκ τῆς ἐκείνου Μαξίμου οἰκίας ὃν ὁ πρεσβύτερος Θεοδόσιος τυραννοῦντα καθελὼν ἔκτεινεν· ὑπὲρ οὗ δὴ καὶ τὴν ἐνιαύσιον ἑορτὴν ἄγουσι Ῥωμαῖοι τῆς τοῦ Μαξίμου ἥσσης ἐπώνυμον.
4.17
οὗτος ὁ νεώτερος Μάξιμος γυναικὶ ξυνῴκει σώφρονί τε τὸν τρόπον καὶ τὸ κάλλος διαβοήτῳ ἐς ἄγαν οὔσῃ. διὸ δὴ αὐτῇ ἐς κοίτην ἐλθεῖν Βαλεντινιανῷ τις ἐπιθυμία ἐγένετο.
4.18
καὶ ἐπεὶ βουλομένῳ αὐτῇ ξυγγενέσθαι ἀμήχανα ἦν, ἐβούλευσέ τε ἀνόσια ἔργα καὶ ἐπιτελῆ ταῦτα ἐποίησε.
4.19
μεταπεμψάμενος γὰρ τὸν Μάξιμον ἐς παλάτιον ξὺν αὐτῷ ἐς τὸ πεττεύειν καθίστατο, καὶ χρυσίον ῥητὸν ἐτέτακτο ἡ ζημία τῷ ἡσσηθέντι·