Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

3.7 πέντε γοῦν ἔτη τὴν τυραννίδα ἔχων μετρίως ἐξηγήσατο, καὶ οὔτε τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὔτε φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο· ἐς δὲ βαρβάρους οὐδὲν ὅ τι καὶ πρᾶξαι οἷός τε ἐγεγόνει, ἐπεί οἱ τὰ ἐκ Βυζαντίου πολέμια ἦν.
3.8 ἐπὶ τοῦτον τὸν Ἰωάννην Θεοδόσιος ὁ Ἀρκαδίου στρατὸν πολὺν πέμψας καὶ στρατηγοὺς Ἄσπαρά τε καὶ Ἀρδαβούριον, τὸν Ἄσπαρος υἱόν, αὐτόν τε ἀφαιρεῖται τὴν τυραννίδα καὶ Βαλεντινιανῷ ἔτι παιδὶ ὄντι τὴν βασιλείαν παρέδωκε.
3.9 ζῶντα δὲ Βαλεντινιανὸς Ἰωάννην λαβὼν ἔν τε τῷ Ἀκυληίας ἱπποδρομίῳ τὴν ἑτέραν ταῖν χεροῖν ἀποκοπέντα εἰσῆγεν ἐπόμπευσέ τε ὄνῳ ὀχούμενον, καὶ πολλὰ παρὰ τῶν ἀπὸ σκηνῆς ἐνταῦθα παθόντα τε καὶ ἀκούσαντα ἔκτεινεν. οὕτω μὲν Βαλεντινιανὸς τὸ τῆς ἑσπερίας παρέλαβε κράτος.
3.10 Πλακιδία δὲ ἡ αὐτοῦ μήτηρ θηλυνομένην παιδείαν τε καὶ τροφὴν τὸν βασιλέα τοῦτον ἐξέθρεψέ τε καὶ ἐξεπαίδευσε, καὶ ἀπ’ αὐτοῦ κακίας ἔμπλεως ἐκ παιδὸς γέγονε.
3.11 φαρμακεῦσί τε γὰρ τὰ πολλὰ καὶ τοῖς ἐς τὰ ἄστρα περιέργοις ὡμίλει, ἔς τε ἀλλοτρίων γυναικῶν ἔρωτας δαιμονίως ἐσπουδακὼς πολλῇ ἐχρῆτο ἐς τὴν δίαιταν παρανομίᾳ, καίπερ γυναικὶ ξυνοικῶν εὐπρεπεῖ τὴν ὄψιν ἐς ἄγαν οὔσῃ.
3.12 ταῦτά τοι οὐδέ τι ἀνεσώσατο τῇ βασιλείᾳ ὧν ἀφῄρητο πρότερον, ἀλλὰ καὶ Λιβύην προσαπώλεσε καὶ αὐτὸς ἐφθάρη.
3.13 καὶ ἐπειδὴ ἐτελεύτησε, τῇ τε γυναικὶ ταῖς τε παισὶ δορυαλώτοις γενέσθαι ξυνέπεσε. γέγονε δὲ ὧδε τὸ ἐν Λιβύῃ πάθος.
3.14 Στρατηγὼ δύο Ῥωμαίων ἤστην, Ἀέτιός τε καὶ Βονιφάτιος, καρτερώ τε ὡς μάλιστα καὶ πολλῶν πολέμων ἐμπείρω τῶν γε κατ’ ἐκεῖνον τὸν χρόνον οὐδενὸς ἧσσον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi