Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 3

3.2 Ἀλανοὺς ἑταιρισάμενοι, Γοτθικὸν ἔθνος. εἶτα ἐνθένδε, ἡγουμένου αὐτοῖς Γωδιγίσκλου, ἐν Ἱσπανίᾳ ἱδρύσαντο, ἣ πρώτη ἐστὶν ἐξ ὠκεανοῦ χώρα τῆς Ῥωμαίων ἀρχῆς. τότε ξυμβαίνει Γωδιγίσκλῳ Ὁνώριος ἐφ’ ᾧ δὴ οὐκ ἐπὶ λύμῃ τῆς χώρας ἐνταῦθα ἱδρύσονται.
3.3 νόμου δὲ ὄντος Ῥωμαίοις, ἤν τινες οὐχ ὑπὸ ταῖς οἰκείαις χερσὶ τὰ σφέτερα αὐτῶν ἔχοιεν καὶ τρίβοιτο χρόνος εἰς τριάκοντα ἐνιαυτοὺς ἥκων, τούτοις δὴ οὐκέτι εἶναι κυρίοις ἐπὶ τοὺς βιασαμένους ἰέναι, ἀλλ’ ἐς παραγραφὴν αὐτοῖς ἀποκεκρίσθαι τὴν ἐς τὸ δικαστήριον εἴσοδον, νόμον ἔγραψεν ὅπως ὁ τῶν Βανδίλων χρόνος, ὃν ἂν ἔν γε τῇ Ῥωμαίων ἀρχῇ διατρίβοιεν, ἐς ταύτην δὴ τὴν τριακοντοῦτιν παραγραφὴν ἥκιστα φέροιτο.
3.4 Ὁνώριος μέν, ἐς τοῦτό οἱ τῆς ἑσπερίας ἐληλαμένης, ἐτελεύτησε νόσῳ. ἐτύγχανε δὲ πρότερον ξὺν τῷ Ὁνωρίῳ τὴν βασιλείαν Κωνστάντιος ἔχων, τῆς Ἀρκαδίου τε καὶ Ὁνωρίου ἀδελφῆς Πλακιδίας ἀνήρ, ὃς ἡμέρας τῇ ἀρχῇ ἐπιβιοὺς ὀλίγας, πονήρως τε νοσήσας εἶτα ἀπέθανεν, Ὁνωρίου ζῶντος, οὐδὲν οὔτε εἰπεῖν λόγου ἄξιον οὔτε πρᾶξαι ἰσχύσας· οὐ γὰρ αὐτῷ ἐπήρκει ὁ χρόνος ὃν ἐν τῇ βασιλείᾳ ἐβίου.
3.5 τούτου δὴ τοῦ Κωνσταντίου παῖς Βαλεντινιανός, ἄρτι τοῦ τιτθοῦ ἀπαλλαγείς, ἐν τοῖς Θεοδοσίου βασιλείοις ἐτρέφετο, οἱ δὲ τῆς ἐν Ῥώμῃ βασιλέως αὐλῆς τῶν τινα ἐκείνῃ στρατιωτῶν, Ἰωάννην ὄνομα, βασιλέα αἱροῦνται.
3.6 ἦν δὲ οὗτος ἀνὴρ πρᾷός τε καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi