Kitap 2
23.21
τὰ μὲν οὖν ἀμφὶ τῷ λοιμῷ ἔν τε τῇ ἄλλῃ Ῥωμαίων γῇ καὶ ἐν Βυζαντίῳ ταύτῃ πη ἔσχεν. ἐπέσκηψε δὲ καὶ ἐς τὴν Περσῶν γῆν καὶ ἐς βαρβάρους τοὺς ἄλλους ἅπαντας.
24.1
Ἐτύγχανε δὲ ὁ Χοσρόης ἐξ Ἀσσυρίων ἐς χωρίον Ἀδαρβιγάνων ἥκων πρὸς βορρᾶν ἄνεμον, ἔνθεν διενοεῖτο ἐς τὴν Ῥωμαίων ἀρχὴν διὰ Περσαρμενίων ἐσβάλλειν.
24.2
τὸ μέγα πυρεῖον ἐνταῦθά ἐστιν, ὃ σέβονται Πέρσαι θεῶν μάλιστα. οὗ δὴ τὸ πῦρ ἄσβεστον φυλάσσοντες μάγοι τά τε ἄλλα ἐς τὸ ἀκριβὲς ἐξοσιοῦνται καὶ μαντείῳ ἐς τῶν πραγμάτων τὰ μέγιστα χρῶνται. τοῦτό ἐστι τὸ πῦρ ὅπερ Ἑστίαν ἐκάλουν τε καὶ ἐσέβοντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι.
24.3
ἐνταῦθα σταλείς τις ἐκ Βυζαντίου παρὰ Χοσρόην ἀπήγγελλε Κωνσταντιανόν τε καὶ Σέργιον πρέσβεις ἐς αὐτὸν ἐπὶ τῇ ξυμβάσει αὐτίκα δὴ μάλα ἀφίξεσθαι.
24.4
ἤστην δὲ τὼ ἄνδρε τούτω ῥήτορέ τε ἄμφω καὶ ξυνετὼ ἐς τὰ μάλιστα, Κωνσταντιανὸς μὲν Ἰλλυριὸς γένος, Σέργιος δὲ ἐξ Ἐδέσσης πόλεως, ἣ ἐν Μεσοποταμίᾳ τυγχάνει οὖσα.
24.5
οὓς δὴ ὁ Χοσρόης προσδεχόμενος ἡσυχῆ ἔμενεν. ἐν δὲ τῇ πορείᾳ ταύτῃ Κωνσταντιανοῦ νοσήσαντος καὶ χρόνου τριβέντος συχνοῦ, τὸν λοιμὸν ἐπισκῆψαι Πέρσαις ξυνέπεσε.
24.6
διὸ δὴ Ναβέδης τηνικαῦτα ἐν Περσαρμενίοις τὴν στρατηγίδα ἔχων ἀρχὴν τὸν ἐν Δούβιος τῶν Χριστιανῶν ἱερέα βασιλέως ἐπαγγείλαντος παρὰ Βαλεριανὸν τὸν ἐν Ἀρμενίοις στρατηγὸν ἔπεμψεν, αἰτιασόμενόν τε τὴν τῶν πρέσβεων βραδυτῆτα καὶ Ῥωμαίους ἐς τὴν εἰρήνην ὁρμήσοντα προθυμίᾳ τῇ πάσῃ.