Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

22.35 Καὶ γυναιξὶ δὲ ὅσαι ἐκύουν προὖπτος ἐγίνετο τῇ νόσῳ ἁλισκομέναις ὁ θάνατος. αἱ μὲν γὰρ ἀμβλίσκουσαι ἔθνησκον, αἱ δὲ τίκτουσαι ξὺν αὐτοῖς εὐθὺς τοῖς τικτομένοις ἐφθείροντο.
22.36 τρεῖς μέντοι λεχοῦς λέγουσι τῶν παίδων σφίσιν ἀπολομένων περιγενέσθαι, καὶ μιᾶς ἤδη ἐν τῷ τοκετῷ ἀποθανούσης τετέχθαι τε καὶ περιεῖναι τῷ παιδίῳ ξυμβῆναι.
22.37 Ὅσοις μὲν οὖν μείζων τε ὁ βουβὼν ᾔρετο καὶ ἐς πύον ἀφῖκτο, τούτοις δὴ περιεῖναι τῆς νόσου ἀπαλλασσομένοις ξυνέβαινεν, ἐπεὶ δῆλον ὅτι αὐτοῖς ἡ ἀκμὴ ἐς τοῦτο ἐλελωφήκει τοῦ ἄνθρακος, γνώρισμά τε τῆς ὑγείας τοῦτο ἐκ τοῦ ἐπὶ πλεῖστον ἐγίνετο· οἷς δὲ ὁ βουβὼν ἐπὶ τῆς προτέρας ἰδέας διέμεινε, τούτοις περιειστήκει τὰ κακὰ ὧν ἄρτι ἐμνήσθην.
22.38 τισὶ δὲ αὐτῶν καὶ τὸν μηρὸν ἀποξηρανθῆναι ξυνέβη, ἐφ’ οὗ ὁ βουβὼν ἐπαρθεὶς ὡς ἥκιστα ἔμπυος γέγονεν.
22.39 ἄλλοις τε οὐκ ἐπ’ ἀκεραίῳ τῇ γλώσσῃ περιγενέσθαι τετύχηκεν, ἀλλ’ ἢ τραυλίζουσιν, ἢ μόλις τε καὶ ἄσημα φθεγγομένοις βιῶναι.
23.1 Ἡ μὲν οὖν νόσος ἐν Βυζαντίῳ ἐς τέσσαρας διῆλθε μῆνας, ἤκμασε δὲ ἐν τρισὶ μάλιστα.
23.2 καὶ κατ’ ἀρχὰς μὲν ἔθνησκον τῶν εἰωθότων ὀλίγῳ πλείους, εἶτα ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο, μετὰ δὲ ἐς πεντακισχιλίους ἡμέρᾳ ἑκάστῃ ἐξικνεῖτο τὸ τῶν νεκρῶν μέτρον, καὶ αὖ πάλιν ἐς μυρίους τε καὶ τούτων ἔτι πλείους ἦλθε.
23.3 τὰ μὲν οὖν πρῶτα τῆς ταφῆς αὐτὸς ἕκαστος ἐπεμελεῖτο τῶν κατὰ τὴν οἰκίαν νεκρῶν, οὓς δὴ καὶ ἐς ἀλλοτρίας θήκας ἐρρίπτουν ἢ λανθάνοντες ἢ βιαζόμενοι· ἔπειτα δὲ πάντα ἐν ἅπασι ξυνεταράχθη.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi