Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

22.28 τεκμηριώσειε δ’ ἄν τις καὶ τοῖς ἄλλοις ἅπασι κατὰ ταὐτὰ ξυμβῆναι, ἀλλ’ ἐπεὶ ἐν αὑτοῖς ὡς ἥκιστα ἦσαν, ξυνεῖναι τῆς ὀδύνης οὐδαμῆ εἶχον, τοῦ πάθους αὐτοῖς τοῦ ἀμφὶ τὰς φρένας παραιρουμένου τὴν αἴσθησιν.
22.29 Ἀπορούμενοι γοῦν τῶν τινες ἰατρῶν τῇ τῶν ξυμπιπτόντων ἀγνοίᾳ τό τε τῆς νόσου κεφάλαιον ἐν τοῖς βουβῶσιν ἀποκεκρίσθαι οἰόμενοι, διερευνᾶσθαι τῶν τετελευτηκότων τὰ σώματα ἔγνωσαν. καὶ διελόντες τῶν βουβώνων τινάς, ἄνθρακος δεινόν τι χρῆμα ἐμπεφυκὸς εὗρον.
22.30 Ἔθνησκον δὲ οἱ μὲν αὐτίκα, οἱ δὲ ἡμέραις πολλαῖς ὕστερον, τισί τε φλυκταίναις μελαίναις ὅσον φακοῦ μέγεθος ἐξήνθει τὸ σῶμα, οἳ οὐδὲ μίαν ἐπεβίων ἡμέραν, ἀλλ’ εὐθυωρὸν ἅπαντες ἔθνησκον.
22.31 πολλοὺς δὲ καί τις αὐτόματος αἵματος ἐπιγινόμενος ἔμετος εὐθὺς διεχρήσατο.
22.32 ἐκεῖνο μέντοι ἀποφήνασθαι ἔχω, ὡς τῶν ἰατρῶν οἱ δοκιμώτατοι πολλοὺς μὲν τεθνήξεσθαι προηγόρευον, οἳ δὴ κακῶν ἀπαθεῖς ὀλίγῳ ὕστερον παρὰ δόξαν ἐγίνοντο, πολλοὺς δὲ ὅτι σωθήσονται ἰσχυρίζοντο, οἳ δὴ διαφθαρήσεσθαι ἔμελλον αὐτίκα δὴ μάλα.
22.33 οὕτως αἰτία τις ἦν οὐδεμία ἐν ταύτῃ τῇ νόσῳ ἐς ἀνθρώπου λογισμὸν φέρουσα· πᾶσι γάρ τις ἀλόγιστος ἀπόβασις ἐπὶ πλεῖστον ἐφέρετο, καὶ τὰ λουτρὰ τοὺς μὲν ὤνησε, τοὺς δὲ οὐδέν τι ἧσσον κατέβλαψεν.
22.34 ἀμελούμενοί τε πολλοὶ ἔθνησκον, πολλοὶ δὲ παρὰ λόγον ἐσώζοντο. καὶ πάλιν αὖ τὰ τῆς θεραπείας ἐφ’ ἑκάτερα τοῖς χρωμένοις ἐχώρει· καὶ τὸ ξύμπαν εἰπεῖν οὐδεμία μηχανὴ ἀνθρώπῳ ἐς τὴν σωτηρίαν ἐξεύρητο, οὔτε προφυλαξαμένῳ μὴ πεπονθέναι οὔτε τοῦ κακοῦ ἐπιπεσόντος περιγενέσθαι, ἀλλὰ καὶ τὸ παθεῖν ἀπροφάσιστον ἦν καὶ τὸ περιεῖναι αὐτόματον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi