Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

22.13 τισὶ δὲ οὐχ οὕτως ὁ λοιμὸς ἐπεγίνετο, ἀλλ’ ὄψιν ὀνείρου ἰδόντες ταὐτὸ τοῦτο πρὸς τοῦ ἐπιστάντος πάσχειν ἐδόκουν, ἢ λόγου ἀκούειν προλέγοντος σφίσιν ὅτι δὴ ἐς τῶν τεθνηξομένων τὸν ἀριθμὸν ἀνάγραπτοι εἶεν.
22.14 τοῖς δὲ πλείστοις οὔτε ὕπαρ οὔτε ὄναρ αἰσθομένοις τοῦ ἐσομένου εἶτα τῇ νόσῳ ξυνέβη ἁλῶναι.
22.15 ἡλίσκοντο δὲ τρόπῳ τοιῷδε. ἐπύρεσσον ἄφνω, οἱ μὲν ἐξ ὕπνου ἐγηγερμένοι, οἱ δὲ περιπάτους ποιούμενοι, οἱ δὲ ἄλλο ὅ τι δὴ πράσσοντες.
22.16 καὶ τὸ μὲν σῶμα οὔτε τι διήλλασσε τῆς προτέρας χροιᾶς οὔτε θερμὸν ἦν, ἅτε πυρετοῦ ἐπιπεσόντος, οὐ μὴν οὐδὲ φλόγωσις ἐπεγίνετο, ἀλλ’ οὕτως ἀβληχρός τις ἐξ ἀρχῆς τε καὶ ἄχρις ἑσπέρας ὁ πυρετὸς ἦν ὥστε μήτε τοῖς νοσοῦσιν αὐτοῖς μήτε ἰατρῷ ἁπτομένῳ δόκησιν κινδύνου παρέχεσθαι.
22.17 οὐ γὰρ οὖν οὐδέ τις τελευτᾶν τῶν περιπεπτωκότων ἀπ’ αὐτοῦ ἔδοξεν. ἡμέρᾳ δὲ τοῖς μὲν τῇ αὐτῇ, τοῖς δὲ τῇ ἐπιγενομένῃ, ἑτέροις δὲ οὐ πολλαῖς ὕστερον βουβὼν ἐπῆρτο, οὐκ ἐνταῦθα μόνον, ἔνθα καὶ τὸ τοῦ σώματος μόριον, ὃ δὴ τοῦ ἤτρου ἔνερθέν ἐστι, βουβὼν κέκληται, ἀλλὰ καὶ τῆς μάλης ἐντός, ἐνίοις δὲ καὶ παρὰ τὰ ὦτα καὶ ὅπου ποτὲ τῶν μηρῶν ἔτυχε.
22.18 Τὰ μὲν οὖν ἄχρι τοῦδε πᾶσιν ὁμοίως σχεδόν τι τοῖς τῇ νόσῳ ἁλισκομένοις ξυνέβαινε· τὰ δὲ ἐνθένδε οὐκ ἔχω εἰπεῖν πότερον ἐν τῷ διαλλάσσοντι τῶν σωμάτων καὶ ἡ διαφορὰ τῶν ξυμπιπτόντων ἐγίνετο, ἢ ὅπη ποτὲ βουλομένῳ εἴη τῷ τὴν νόσον ἐπαγαγόντι.
22.19 ἐπεγίνετο γὰρ τοῖς μὲν κῶμα βαθύ, τοῖς δὲ παραφροσύνη ὀξεῖα, ἑκάτεροί τε τὰ πρὸς τὴν νόσον ἐπιτηδείως ἔχοντα ἔπασχον· οἷς μὲν γὰρ τὸ κῶμα ἐπέκειτο, πάντων ἐπιλελησμένοι τῶν εἰωθότων σφίσιν ἐς ἀεὶ καθεύδειν ἐδόκουν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi