Thesauros Edebiyat Tarih Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Kitap 2

21.30 Ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἶλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόν τε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο οἰκοδομίᾳ.
21.31 τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν.
21.32 καὶ γεωργῶν πάμπολύ τι χρῆμα ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς ἔδαφος καθεῖλεν.
21.33 ὀλίγῳ τε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος, ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη.
21.34 Ἀρμένιοί τε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς ʽΡωμαίων λαβόντες, ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος· ἦλθεν, ἐφ’ ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται, πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων.
22.1 Ὑπὸ δὲ τοὺς χρόνους τούτους λοιμὸς γεγονεν, ἐξ οὗ δὴ ἅπαντα ὀλίγου ἐδέησε τὰ ἀνθρώπεια ἐξίτηλα εἶναι. ἅπασι μὲν οὖν τοῖς ἐξ οὐρανοῦ ἐπισκήπτουσιν ἴσως ἂν καὶ λέγοιτό τις ὑπ’ ἀνδρῶν τολμητῶν αἰτίου λόγος, οἷα πολλὰ φιλοῦσιν οἱ ταῦτα δεινοὶ αἰτίας τερατεύεσθαι οὐδαμῆ ἀνθρώπῳ καταληπτὰς οὔσας, φυσιολογίας τε ἀναπλάσσειν ὑπερορίους, ἐξεπιστάμενοι μὲν ὡς λέγουσιν οὐδὲν ὑγιές, ἀποχρῆν δὲ ἡγούμενοι σφίσιν, ἤν γε τῶν ἐντυγχανόντων τινὰς τῷ λόγῳ ἐξαπατήσαντες πείσωσι.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi